Ancient Greek
Fragment 183
Chrysippus, Fragmenta Moralia 183
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 150, 25 Bruns. τοῦτο δὴ τὸ πρῶτον οἰκεῖον ἐζήτηται τί ποτέ ἐστι παρὰ τοῖς φιλοσόφοις καὶ οὐ ταὐτὸ πᾶσιν ἔδοξεν, ἀλλὰ σχεδὸν κατὰ τὴν τοῦ ἐσχάτου ὀρεκτοῦ διαφορὰν καὶ ἡ περὶ τοῦ πρώτου τοῖς περὶ αὐτοῦ λέγουσιν γίνεται. οἱ μὲν οὖν Στωϊκοί, οὐ πάντες δέ, λέγουσιν πρῶτον οἰκεῖον εἶναι τὸ ζῷον αὑτῷ (ἕκαστον γὰρ ζῷον εὐθὺς γενόμενον πρὸς αὑτὸ οἰκειοῦσθαι καὶ δὴ καὶ τὸν ἄνθρωπον) οἱ δὲ χαριέστερον δοκοῦντες λέγειν αὐτῶν καὶ μᾶλλον διαρθροῦν περὶ τοῦδέ φασιν πρὸς τὴν σύστασιν καὶ τήρησιν ᾠκειῶσθαι εὐθὺς γενομένους ἡμᾶς τὴν ἡμῶν αὐτῶν.