Ancient Greek
Fragment 280
Chrysippus, Fragmenta Moralia 280
Not analysed yet
Stobaeus ecl. II 63, 6 W. πάσας δὲ τὰς ἀρετὰς ὅσαι ἐπιστῆμαί εἰσι καὶ τέχναι κοινά τε θεωρήματα ἔχειν καὶ τέλος, ὡς εἴρηται, τὸ αὐτό· διὸ καὶ ἀχωρίστους εἶναι· τὸν γὰρ μίαν ἔχοντα πάσας ἔχειν, καὶ τὸν κατὰ μίαν πράττοντα κατὰ πάσας πράττειν. διαφέρειν δ’ ἀλλήλων τοῖς κεφαλαίοις. φρονήσεως μὲν γὰρ εἶναι κεφάλαια τὸ μὲν θεωρεῖν καὶ πράττειν, ὃ ποιητέον, προηγουμένως, κατὰ δὲ τὸν δεύτερον λόγον τὸ θεωρεῖν καὶ ἃ δεῖ ἀπονέμειν ⟨καὶ ἃ δεῖ αἱρεῖσθαι καὶ ἃ δεῖ ὑπομένειν⟩, χάριν τοῦ ἀδιαπτώτως πράττειν ὃ ποιητέον. τῆς δὲ σωφροσύνης ἴδιον κεφάλαιόν ἐστι τὸ παρέχεσθαι τὰς ὁρμὰς εὐσταθεῖς καὶ θεωρεῖν αὐτὰς προηγουμένως, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας ἀρετάς, ἕνεκα τοῦ ἀδιαπτώτως ἐν ταῖς ὁρμαῖς ἀναστρέφεσθαι· καὶ ὁμοίως τὴν ἀνδρείαν προηγουμένως μὲν πᾶν ὃ δεῖ ὑπομένειν, κατὰ δὲ τὸν δεύτερον λόγον τὰ ὑπὸ τὰς ἄλλας· καὶ τὴν δικαιοσύνην προηγουμένως μὲν τὸ κατ’ ἀξίαν ἑκάστῳ σκοπεῖν, κατὰ δὲ τὸν δεύτερον λόγον καὶ τὰ λοιπά. πάσας γὰρ τὰς ἀρετὰς τὰ πασῶν βλέπειν καὶ τὰ ὑποτεταγμένα ἀλλήλαις. ὅμοιον γὰρ ἔλεγεν εἶναι ὁ Παναίτιος τὸ συμβαῖνον ἀπὸ τῶν ἀρετῶν, ὡς εἰ πολλοῖς τοξόταις εἷς σκοπὸς εἴη κείμενος, ἔχοι δ’ οὗτος ἐν αὑτῷ γραμμὰς διαφόρους τοῖς χρώμασιν· εἶθ’ ἕκαστος μὲν στοχάζοιτο τοῦ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ὁ μὲν διὰ τοῦ πατάξαι εἰς τὴν λευκὴν εἰ τύχοι γραμμήν, ὁ δὲ διὰ τοῦ εἰς τὴν μέλαιναν, ἄλλος ⟨δὲ⟩ διὰ τοῦ εἰς ἄλλο τι χρῶμα γραμμῆς. Καθάπερ γὰρ τούτους ὡς μὲν ἀνωτάτω τέλος ποιεῖσθαι τὸ τυχεῖν τοῦ σκοποῦ, ἤδη δ’ ἄλλον κατ’ ἄλλον τρόπον προτίθεσθαι τὴν τεῦξιν, τὸν αὐτὸν τρόπον καὶ τὰς ἀρετὰς πάσας ποιεῖσθαι μὲν τέλος τὸ εὐδαιμονεῖν, ὅ ἐστι κείμενον ἐν τῷ ζῆν ὁμολογουμένως τῇ φύσει, τούτου δ’ ἄλλην κατ’ ἄλλον τυγχάνειν.