Ancient Greek
Fragment 370
Chrysippus, Fragmenta Moralia 370
Not analysed yet
Sextus adv. math. IX 130. ταῦτα δὴ παρῄνουν οἱ περὶ τὸν Πυθαγόραν πταίοντες (scil. κοινωνίαν εἶναί τινα ἡμῖν πρὸς τὰ ἄλογα τῶν ζῴων). οὐ γὰρ εἰ ἔστι τι διῆκον δι’ ἡμῶν τε καὶ ἐκείνων πνεῦμα, εὐθὺς ἔστι τις ἡμῖν δικαιοσύνη πρὸς τὰ ἄλογα τῶν ζῴων. ἰδοὺ γὰρ καὶ διὰ τῶν λίθων καὶ διὰ τῶν φυτῶν πεφοίτηκέ τι πνεῦμα, ὥστε ἡμᾶς αὐτοῖς συνενοῦσθαι, ἀλλ’ οὐδέν ἐστιν ἡμῖν δίκαιον πρὸς τὰ φυτὰ καὶ ⟨τοὺς⟩ λίθους οὐδὲ μὴν τέμνοντες καὶ πρίζοντες τὰ τοιαῦτα τῶν σωμάτων ἀδικοῦμεν. τί οὖν φασιν οἱ Στωϊκοὶ δικαιοσύνην τινὰ καὶ ἐπιπλοκὴν ἔχειν τοὺς ἀνθρώπους πρὸς ἀλλήλους καὶ τοὺς θεούς; οὐ καθόσον ἐστὶ τὸ ἐληλακὸς διὰ πάντων πνεῦμα, ἐπεὶ ἂν καὶ πρὸς τὰ ἄλογα τῶν ζῴων ἐσῴζετό τι δίκαιον ἡμῖν, ἀλλ’ ἐπεὶ λόγον ἔχομεν τὸν ἐπ’ ἀλλήλους τε καὶ θεοὺς διατείνοντα, οὗ τὰ ἄλογα τῶν ζῴων μὴ μετέχοντα οὐκ ἂν ἔχοι τι πρὸς ἡμᾶς δίκαιον.