Ancient Greek
Section 146
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 146
Not analysed yet
Ἀκούσατέ μου, ἀδελφοὶ καὶ σύνδουλοι· ἐπεὶ, ὡς ἐδιδάχθην ἀπὸ τοῦ ἀποστείλαντός με κυρίου τε καὶ διδασκάλου Ἰησοῦ Χριστοῦ, αἱ τοῦ θανάτου μου ἠγγίκασιν ἡμέραι, Κλήμεντα τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ, ᾧ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, τῷ ἀπ’ ἀρχῆς μοι μέχρι τέλους συνοδεύσαντι καὶ οὕτως πασῶν μου τῶν ὁμλιῶν ἐπακούσαντι, ὃς ἐν πᾶσι πειρασμοῖς μου κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν πλεῖον πάντων πεπείραμαι θεοσεβῆ, σώφρονα, φιλάνθρωπον, ἀγαθὸν, πολυμαθῆ, ἁγνὸν, δίκαιον, μακρόθυμον, καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμ τὴν ἐξουσίαν τοῦ δεσμεύειν καὶ λύειν, ἵνα περὶ παντὸς οὗ ἂν χεροτονήσῃ ἐπὶ τῆς γῆς ἔσται δεδογματισμένον ἐν οὐρανοῖς. δήσει γὰρ ὃ δεῖ δεθῆναι, καὶ λύσει ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας εἰδὼς κανόνα. αὐτοῦ οὖν ἀκούσατε ὡς γνόντες, ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν, εἰς Χριστὸν ἁμαρτάνει, καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει· οὗ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμὸν ἔχειν.