Ancient Greek
Section 147
Clemens Romanus, Clementina Epitome Altera Nunc Primum Edita 147
Not analysed yet
Αὐτοῦ ταῦτα λέγοντος ἐγὼ προσπεσὼν ἐδεόμην αὐτοῦ, παραιτούμενος τὴν τῆς καθέδρας τιμήν τε καὶ ἐξουσίαν. ὁ δὲ ἀπεκρίνατο· περὶ τούτου μή με ἀξίου· τοῦτο γὰρ γενέσθαι δέδοκταί μοι, ὅτι ἡ τοιαύτη καθέδρα οὐ φιλακαθεδροῦντος τολμηροῦ χρείαν ἔχει, ἀλλ’ εὐλαβοῦς τὸν τρόπον καὶ φιλομαθοῦς τὸν λόγον. δὸς δὲ τὸν κρείττονα, ὃς ἐμοί σου πλέον συνώδευσε καὶ τῶν λόγων ἐπήκουσε καὶ τὴν διοίκησιν τῆς ἐκκλησίας ἐκμεμάθηκε, καὶ οὐκ ἀναγκάσω σε καλῶς ποιεῖν οὐ θέλοντα. ἀλλ’ οὐ δυνήσῃ νῦν τὸν σοῦ κρείττονα παρασχεῖν. σὺ γὰρ δ’ ἐμοῦ τῶν σωζομένων ἐθνῶν ἡ κρείττων ἀπαρχή. πλὴν καὶ τὸ ἕτερον λόγισαι, ὅτι εἰ κίνδυνον τῆς ἁμαρτίας φοβούμενος οὐκ ἀναδέχει τῆς ἐκκλησίας τὴν διοίκησιν εὖ ἴσθι εἰδὼς ὅτι πλεῖον ἁμαρτάνεις, ὃς τοῖς θεοσεβέσιν ὥσπερ πλέουσι καὶ κινδυνεύουσι βοηθεῖν δυνάμενος οὐ θέλεις διασκοπῶν μόνον τὸ ἴδιον καὶ οὐ τὸ κοινῇ πᾶσι συμφέρον. ὅτι δὲ τὸν κίνδυνον πάντως ἀναδέξασθαί σε δεῖ, ἐμοῦ τοῦτο ἀξιοῦντος καὶ μὴ παυομένου εἰς τὴν τῶν πάντων βοήθειαν, ὀρθῶς ἐπίστασαι. ὅσῳ οὖν μοι ταχύτερον συνευδοκήσεις, τοσοῦτόν με τῆς ἀθυμίας κουφίσεις.