Ancient Greek
783.3
Cocondrius, Peri Tropon 783.3
Unproofread scanNot analysed yet
Τῶν δὲ τρόπων οἱ μὲν περὶ μίαν λέξιν θεωροῦνται, οἱ δὲ περὶ σύνταξιν, οἱ δὲ περὶ ἀμφότερα. Περὶ μὲν οὖν μίαν λέξιν ὀνοματοποιία, πεποιημένον, κατάχρησις, μεταφορά, μετάληψις, ἀντίφρασις, μετωνυμία, ἄντονομασία· περὶ δὲ σύνταξιν ἄλληγορία καὶ τὰ εἴδη αὐτῆς, καὶ ἡ συννεχοδὴ καὶ ὑπερβολὴ καὶ περίφρασις καὶ σύλληψις· περὶ δὲ ἀμφότερα ταῦτα ὑπερβατόν, ἀναστροφή, ὥστε εἶναι τοὺς σύμπαντας τρόπους δέκα καὶ πέντε· ὀνοματοποιίαν, πεποιημένον, κατάχρησιν, μεταφορὰν, μετάληψιν, ἀντίφρασιν, μετωνυμίαν, ἄντονομασίαν, ἄλληγορίαν, συννεχοδὴν, ὑπερβολήν, περίφρασιν, σύλληψιν, ὑπερβατόν, ἀναστροφήν· τὴν δὲ εἰρωνείαν καὶ τὸ αἴνιγμα οἱ τακτεῖον ἐν τοῖς γενικοῖς τρόποις, ὥσπερ οὐδὲ τὴν ἀναστροφήν· ἡ μὲν γὰρ τοῦ ὑπερβατοῦ εἶδος, ἡ δὲ εἰρωνεία καὶ τὸ αἴνιγμα τῆς ἄλληγορίας.