Ancient Greek · ~7 min
115 to 135
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 115-135
Not analysed yet
Τεντυρὶς, πόλις Αἰγύπτου καθαρτικὴ τῶν κροκοδείλων. Ὁ πολίτης Τεντυρίτης. Λέγεται καὶ Τέντυρα ἡ πόλις, ὡς Ἀλ. ἐν τρίτῳ Αἰγυτιακῶν. Λιβύη, χώρα πολυώνυμος, ὡς Πολυΐστωρ· Γῆ Ὀλυμπία, Ὠκεανία, Ἐσχατιά, Κορυφή, Ἑσπερία, Ὀρτυγία, Ἀμμωνίς, Αἰθιοπία, Κυρήνη, Ὀφιοῦσα, Λιβύη, Κηφηνία, Ἀερία. Λίξα, πόλις Λιβύης, ὡς Ἀλ. ἐν πρώτῳ Λιβυκῶν, ἀπὸ Λίξου ποταμοῦ. Ἀρσινόη, πόλις Λιβύης, ἀπὸ τῆς τοῦ Πτολεμαίου τοῦ φιλαδέλφου ἀδελφῆς καὶ γυναικός· δευτέρα πόλις· Παραιτονίου Λιβύης . . . . . τὸ ἐθνικὸν . . . Ἀρσινοεὺς, ὡς Ἀλ. ἐν Λιβυκῶν τρίτῳ. Αὐτομάλακα, χωρίον Λιβύης. Ὁ Πολυΐστωρ ἐν τρίτῃ. Ἀπολλόδωρος δὲ Αὐτόμαλά φησι. Ἀφάκη, πόλις Λιβύης, ὡς Πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ. Γάργη, πόλις Λιβύης, ὡς Πολυΐστωρ ἐν τρίῃ Λιβυκῶν. Γίλδα, πόλις Λιβύης. Τὸ ἐθνικὸν Γιλδίτης, ὡς Ἀλ. ἐν τρίτῳ Λιβυκῶν. Δράκοντος νῆσος, Λιβύης, ὡς Πολυΐστωρ ἐν τρίτῳ Λιβυκῶν. Εὔφραντα, πόλις Λιβυκή. Ἀλ. ἐν τρίτῳ Λιβυκῶν. Ζάγυστις, χωρίον Λιβύης. Ἀλ. ἐν τρίτῳ Λιβυκῶν. Κορακόνησος. Ἀλ. τρίτῳ Λιβυκῶν. Κυνῶν νῆσος, Λιβυκὴ, νῆσος. Ἀλ. τρίτῳ Λιβυκῶν. Μάγνα, νῆσος Λιβυκή. Ἀλέξανδρος ἐν τρίτῳ Λιβυκῶν· ἣ κατὰ τὴν τῶν Λιβύων φωνὴν Σαμαθὼ, ὅ ἐστι μεγάλη. Ξιλία, πόλις Λιβύης. Ἀλ. ἐν τρίτῳ Λιβυκῶν. Σκυθόπολις, πόλις Λιβύης, περὶ ῆς ὁ Πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ. Χαλκεῖα, πόλις Λιβύης. Ὁ Πολυΐστωρ ἐν Λιβυκῶν τρίτῳ, ὡς Δηυοσθένης· ᾧ μεμφόμενος Πολύβιος ἐν τῷ δωδεκάτῳ ὧδε γράφει· «Ἀγνοεῖ δὲ μεγάλως καὶ περὶ τῶν Χαλκείων· οὔτε γὰρ πόλις ἐστὶν, ἀλλὰ χαλκουργεῖα.» Χερρόνησος . . . ἔστι πέμπτη πόλις Λιβύης Χέρρουρα καλουμένη, ὡς Ἀλέξανδρος ἐν Λιβυκῶν τρίτῳ· «Ἔχεται Χερρόνησος ὄνομα Χέρρουρα.» Ἀνητοῦσσα, πόλις Λιβύης. Ὁ πολίτης Ἀνητουσσαῖος, ὡς Σκοτουσσαῖος, ὡς ὁ Πολυΐστωρ φησίν. Θύνη, πόλις Λιβύης, ὡς ὁ Πολυΐστωρ Ἀλέξανδρος. Ἄλλοι δέ φασι τὸν Περσέα καρατομήσαντα τὴν Γοργόνα, ὑπὲρ τῆς Λιβύης πετασθῆναι· ἐκ δὲ τῶν κατενεχθέντων (κατενεχθεισῶν r. Paris.) σταγόνων τοῦ αἵματος γενέσθαι θηρία. Διὸ καὶ Λιβύην πολύθηρον εἶπε. Τὸ αὐτό φησι καὶ Ἀλέξανδρος.