Ancient Greek · ~7 min
99 to 114
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 99-114
Not analysed yet
Ὠρωπὸς, πόλις Μακεδονίας . . . ,Εὐβοίας . . . ,ἔστι καὶ τρίτη ἐν Συρίᾳ, κτισθεῖσα ὑπὸ Νικάτορος, περὶ ης ὁ Πολυΐστωρ ἐν τῇ Περὶ Συρίας φησὶν οὕτω· «Ξενοφῶν ἐν ταῖς Ἀναμετρήσεσι τῶν ὀρῶν περὶ Ἀμφίπολιν κεῖσθαι Ὠρωπὸν, ἣν πρότερον Τελμισσὸν καλεῖσθαι ὑπὸ τῶν κτισάντων· ταύτην δ ̓ ἔφασαν ὑπὸ Σελεύκου τοῦ Νικάτορος ἐπικτισθεῖσαν Ὠρωπὸν καλεῖσθαι ὑπὸ τῆς ἐν τῇ Ἑλλάδι Ὠρωποῦ.» Γάζα, πόλις Φοινίκης . . . ὁ πολίτης Γαζαῖος . . . λέγονται καὶ Γαζῖται παρὰ τοῖς ἐγχωρίοις . . . λέγονται καὶ διὰ τοῦ α Γαζᾶται, ὡς Πολυΐστωρ. Μαρσύα, πόλις Φοινίκης, ὡς Ἀλέξανδρος καὶ Φίλων, ἀπὸ Μαρσύου. Ἰουδαία. Ἀλέξανδρος ὁ Πολυΐστωρ ἀπὸ τῶν παίδων Σεμιράμιδος Ἰούδα καὶ Ἰδουμαία, ὡς δὲ Κλαύδιος Ἰόλαος ἀπὸ Ἰουδαίου Σπάρτωνος ἐκ Θήβης μετὰ Διονύσου ἐστρατευκότος. Τάμνα, πόλις Ἀραβικὴ, ὡς Ἀλ. ὁ Πολυΐστωρ. Εὐωνμῖται, ἔθνος Αἰγύπτιον πρὸς τῇ Αἰθιοπίᾳ. Ἀλ. Αἰγυπτιακῶν πρώτῳ. Θὶς, πόλις Αἰγυπτία πλησίον Ἀβύδου. Ὁ πολίτης Θινίτης. Ἀλ. Αἰγυπτιακῶν πρώτῳ. Ναπάται, πόλις Αιβύης πρὸς τῇ Αἰοιοπίᾳ. Τὸ ἐθνικὸν ἔδει Ναπατίτης, ἔστι δὲ Ναπαταῖος, ὡς Ἀλ. ἐν πρώτῳ Αἰγυπτιακῶν. Ὄμβοι, πόλις Αἰγύπτου πρὸς τῇ Λιβύῃ. Ἀλ. ἐν πρώτῃ Αἰγυπτιακῶν. Χηνοβοσκία, πόλις Λὶγύπτου. Ἀλέξανδρος ἐν πρώτῳ Αἰγυπτιακῶν· «Ἀντικρὺ δὲ τοῦ Διοσπολίτου Χηνοβοσκία, μηδὲν εἰς τὴν προσηγορίαν ἐμφέρουσα· νομὰς γὰρ χηνῶν οὐκ ἂν ἴδοι τις οὔσας, ὑπερβάλλουσαν δὲ τὴν περὶ κροκοδείλους σπουδήν.» Φαγρώριον, πόλις, ὡς Ἀλ. ὁ Πολυΐστωρ ἐν Αἰγυπτιακοῖς. Ἐξ οὗ σύνθετον Φαγρωριόπολις καὶ Φαγρωριοπολίτης. Ψίναφος, Αἰγύπτου πολίχνιον, ὡς Ἀλ. ἐν Αἰγυπτιακῶν δευτέρῳ. Μέμνονες, ἔθνος Αἰθιοπικὸν, ὃ ἑρμηνεύεται, ὡς ὁ Πολυΐστωρ φησὶν, ἀγρίους τινὰς ἢ μαχίμους καὶ χαλεπούς. Ἀγκυρῶν πόλις, [πόλις] Αἰγύπτου, ὡς Ἀλέξανδρος ἐν ιγ ̓ (leg. γ ̓) Αἰγυπτιακῶν. Ὠνόμασται δὲ οὕτως, ἐπειδὴ λιθίνας ἐκεῖ ἔτεμνον, αἷς κατεχρῶντο, ἀγκύρας ἐκ τῆς παρακειμένης λατομίας. Λητοῦς πόλις, πόλις Αἰγύπτου· ἔστι δὲ μοῖρα Μέμφιδος, καθ ̓ ἣν αἱ πυραμίδες, Λητοῦς ἱερόν. Ἀλ. ἐν τρίτῳ Περὶ Αἰγύπτου. Σεθρόη, πόλις Αἰγύπτου. Ὁ πολίτης Σεθροΐτης, ὡς Ἀρσινοΐτης. Ἀλ. τρίτῳ Αἰγυπτιακῶν.