Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 21
Not analysed yet
Τιμοχάρης δέ φησιν ἐν τοῖς Περὶ Ἀντιόχου τὰ Ἱεροσόλυμα τὴν μὲν περίμετρον ἔχειν σταδίους μ’· εἶναι δ ̓ αὐτὴν δυσάλωτον, πάντοθεν ἀπορρῶξι περικλειομένην φάραγξιν. Ὅλην δὲ τὴν πόλιν ὕδασι καταρρειῖσθαι, ὥστε καὶ τοὺς κήπους ἐκ τῶν ἀπορρεόντων ὑδάτων ἐκ τῆς πόλεως ἄρδεσθαι. Τὴν δὲ μεταξὺ ἀπὸ τῆς πόλεως ἄχρι τεσσαράκοντα σταδίων ἄνυδρον εἶναι· ἀπὸ δὲ τῶν μ ̓ σταδίων πάλιν κάθυδρον ὑπάρχειν.