Ancient Greek · ~1 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 22
Not analysed yet
Ὁ δὲ τῆς Συρίας σχοινομέτρησιν γράψας ἐν τῇ πρώτῃ φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ μετεώρου τε καὶ τραχέος τόπου· ᾠκοδομῆσθαι δέ τινα μὲν μέρη τοῦ τείχους ἀπὸ λίθου ξεστοῦ, τὰ δὲ πλείονα ἀπὸ χάλικος· καὶ ἔχειν μὲν περίμετρον τὴν πόλιν σταδίων κζ’· ὑπάρχειν δὲ καὶ πηγὴν ἐν τῷ χωρίῳ ὕδωρ δαψιλὲς ἀναβλύζουσαν.