Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 23
Not analysed yet
Φησὶ δὲ ὁ Φίλων ἐν τοῖς Περὶ Ἱεροσολύμων κρήνην εἶναι, ταύτην δὲ ἐν μὲν τῷ χειμῶνι ξηραίνεσθαι, ἐν δὲ τῷ θέρει πληροῦσθαι. Λέγει δὲ ἐν τῇ πρώτῃ οὕτως· Νηχόμενος δ ̓ ἐφύπερθε, τὸ θαμβηέστατον ἄλλο δέρκηθρον σὺν ἀοιδᾷ [σοι ἀείδω̣] μεγιστούχοιο (μεγισ[τοχόσοιο Scal.) λοετροῖς (δέρκῃ θροῦν σὺν ἀοιδᾷ μεστούχοιο λοετροῖς Vossii margo) ῥεύματος ἐμπίμπλησι βαθὺν ῥόον ἐξανιείσης, καὶ τὰ ἑξῆς. Οἷς πάλιν ὑποβὰς περὶ τῆς πληρώσεως ἐπιλέγει· Ῥεῦμα γὰρ ὑψιφάεννον, ἐν ὑετίοις νιφετοῖσιν ἱέμενον, πολυγηθὲς, ὑπὲρ πύργοισιν ὄροισι στρωφᾶται, καὶ ξηρὰ πέδῳ κεκονιμένα, κρήνης τηλεφαῆ δείκνυσιν ὑπέρτατα θάμβεα λαῶν, Καὶ τὰ τούτοις ἀκόλουθα. Εἶτα πάλιν περὶ τῆς τοῦ ἀρχιερέως κρήνης καὶ τῆς ἀποχετεύσεως διέξεισιν οὕτως· Αἰπὺ δ ̓ ἄρ ̓ ἐκπτύουσι διὰ χθονὸς ὑδροχόοισι σλῆνες καὶ ὅσα ἄλλα τούτοις ἕπεται. Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Πολυΐστορος.