Ancient Greek · ~2 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 42
Not analysed yet
Γάγγρα, πόλις, θηλυκῶς· ἣν Ἀλέξανδρος ἐν τῷ Περὶ Παφλαγονίας ἀναγράφει λέγων οὕτως, ὅτι Νικόστρατός φησιν αἰπόλον νεμεῖν περὶ τοὺς τόπους αἶγας· μίαν δὲ χωριζομένην, ἀπορῶν αἰπόλος, ὅτι ἐν μὲν τῷ οἴκῳ ἐνδεᾶ ηὕρισκεν, ἐπὶ τῆς νομῆς νομῆς δὲ πλήρη, ὡμολόγησε τῷ δεσπότῃ. Ὁ δὲ ἔψη ἐπιτηρῆσαι τὴν χωριζομένην. Ἐπιτηρήσας οὖν εἶδεν ἐπί τινα ὑψηλὸν ὄχθον ἀναβαίνουσαν καὶ πρός τινα πρόσβατον (ἀπρ. ?)πέτραν πορευομένην, καὶ κάτωθεν ἐρίφων βληχὴν ἤκουσεν· ἐκεϊ συμβέβηκεν ἐντετοκέναι τὴν αἶγα. Ἰδὼν οὖν ἐπιτήδειον τόπον πόλιν ἔκτισε καὶ Γάγγραν ὠνόμασεν, ὅτι τοῦτο ἦν ὄνομα τῇ αἰγί.