Ancient Greek · ~3 min
43 to 47
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 43-47
Not analysed yet
Τὰ Γάγγρα . . . ἀλλὰ καὶ θηλυκῶς λέγετoeι. ἡ Γάγγρα, ὡς Πολυΐστωρ φησὶν, αἰπόλον φάναι περὶ τὸν τόπον αἶγας νέμοντα, κτίσαντα οὖν πόλιν οὕτως ὀνομάσαι. Οὕτω γὰρ ὄνομα τῇ αἰγί. Λάριδνα, πόλις Παφλαγονίας, ὡς Ἀλέξανδρος ἐν τῷ περὶ αὐτῆς. Ἀκμόνια, πόλις Φρυγίας ὡς Ἀλ. Ὁ Πολυΐστωρ ἐν τρίτῳ Περὶ Φρυγίας. Κτίσαι δ ̓ αὐτὴν Ἄκμονα τὸν Μανέως. Φαρνακία, Χώρα καὶ πόλις Ποντικὴ . . . Ἔστι καὶ Φρυγίας Φαρνάκιον, ὡς Ἀλ. Περὶ Φρυγίας τρίτῳ. Γάλλος, ποταμὸς Φρυγίας. Οἱ περίοικοι κατὰ μὲν Τιμόθεον Ποταμογαλλῖται, κατὰ δὲ Προμαθίδαν Ποταμογαλληνοὶ, οὓς παρατίθεται ὁ Πολυΐστωρ ἐν τῷ Περὶ Φρυγίας τρίτῳ· καὶ ὅτι τὸν Γάλλον καὶ τὸν Ἄττιν ἀποκόφαι τὰ αἰδοῖα, καὶ τὸν μὲν Γάλλον ἐλθεῖν ἐπὶ τὸν Τύραν ποταμὸν καὶ οἰκῆσαι καὶ τὸν ποταμὸν Γάλλον καλέσαι· ἀπὸ ἐκείνου γὰρ (l. καὶ) τοὺς τεμνομένους τὰ αἰδοῖα Γάλλους καλοῦσι.