Ancient Greek · ~3 min
Dfhg-Source dfhg3_CORNELIUS_ALEXANDER_POLYHISTOR
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 48
Not analysed yet
Μαρσύας ποταμός ἐστι τῆς Φρυγίας, κατὰ πόλιν Κελαινὰς κείμενος· κατηγορεύετο δὲ πρότερον πηγὴ Μίδου, δι ̓ αἰτίαν τοιαύτην· Μίδας, βασιλεὺς Φρυγῶν, ἐρχόμενος τὰ ἐρημότερα τῆς χώρας, καὶ ἀνυδρίᾳ συνεχόμενος, ἥψατο τῆς γῆς, καὶ χρυσῆν ἀνέδωκε πηγὴν, τοῦ ὕδατος χρυσοῦ γενομένου· καὶ ὑπόδιψος ὢν, καὶ τῶν ὑποτεταγμένων θλιβομένων, ἀνεκαλέσατο τὸν Διόνυσον. Γενόμενος δ ̓ ἐπήκοος ὁ θεὸς, δαιλὲς ὕδωρ ἀνέτειλε. Κορεσθέντων δὲ τῶν Φρυγῶν, Μίδας τὸν ἐκ τῆς κρήνης καταρρέοντα ποταμὸν Μίδου πηγὴν ἐκάλεσε. Μετωνομάσθη δὲ Μαρσύας διὰ τοιαύτην αἰγτίαν. Νικηθέντος ὑπ ̓ Ἀπόλλωνος Μαρσύου καὶ ἐκδαρέντος, ἐκ τοῦ ῥεύσαντος αἵματος ἐγεννήθησαν Σάτυροί τε καὶ ποταμὸς ὁμώνυμος, Μαρσύας καλούμενος· καθὼς ἱστορεῖ Ἀλέξανδρος Κορνήλιος ἐν γ’ Φρυγιακῶν.