Ancient Greek · ~8 min
49 to 67
CORNELIUS ALEXANDER POLYHISTOR, Fragmenta 49-67
Not analysed yet
Ἄμβασον, μητρόπολις τῶν Φρυγῶν. Ὁ πολίτης Ἀμβασίτης, ὡς Πολυΐστωρ Ἀλέξανδρος. Μητρόπολις, πόλις Φρυγίας, ἀπὸ τῆς μητρὸς τῶν θεῶν οἰκισθεῖσα, ὡς Ἀλ. Ἐν τῷ Περὶ Φρυγίας. Ἔστι καὶ ἄλλη Φρυγίας. Μανήσιον, πόλις Φρυγίας· Ἀλέξανδρος· ἀπὸ Μάνου, σφόδρα εὐπόρου κτίστου. Μάνταλος, πόλις Φρυγίας, ὡς ὁ Πολυΐστωρ Ἀλέξανδρος, ἀπὸ Μαντάλου κτίστου αὐτῆς. Ἀλέξανδρος δ ̓ ἐν τῇ Συναγωγῇ τῶν Περὶ Φρυγίας, κρούματα Ὄλυμπον ἔγη πρῶτον εἰς τοὺς Ἕλληνας κομίσαι, ἔτι δὲ καὶ τοὺς Ἰδαίους Δακτύλους. Ὕαγνιν δὲ πρῶτον αὐλῆσαι, εἶτα τὸν τούτου υἱὸν Μαρσύαν, εἶτ ̓ Ὄλυμπον, ἐζηλωκέναι δὲ τὸν Τέρπανδρον Ὁμήρου μὲν τὰ ἔπη, Ὀρφέως δὲ τὰ μέλη. Ἀρμενίδας ἐν τοῖς Θηβαῖκοῖς Ἀμφικτύονος υἱὸν Ἰτωνὸν ἐν Θεσσαλίᾳ γεννηθῆναι, ἀφ ̓ οὗ Ἴτων πόλις, καὶ Ἰτωνὶς Ἀθηνᾶ. Μέμνηται καὶ Ἀλέξανδρος ἐν πρώτῳ Καρικῶν ὑπομνημάτων. Καρόπολις, πόλις Καρίας. Ἀλ. Καρικῶν πρώτῳ. Ναξία, πόλις Καρίας. Ἀλ. Ἐν πρώτῳ Περὶ Καρίας. Ἄμος, πόλις Καρίας, ὡς Ἀλ. Ἐν τῷ Περὶ Καρίας δευτέρῳ. Ἄργιλα, πόλις Καρίας. Τὸ ἐθνικὸν Ἀργιλίτης, ὡς Ἀλ. έν τῷ Περὶ Καρίας β’. Δύνδασον, πόλις Καρίας. Ἀλέξανδρος ἐν τῷ Περὶ Καρίας β’· «Αὖθις δ ̓ ἐπὶ Δύνδασον καὶ Κάλυνδα ὁρμῆσαι.» Ἄλινδα, πόλις Καρίας, ὡς Πολυΐστωρ. Λάβαρα, πόλις Καρίας. Ἀλ. Δευτέρῳ Περὶ Καρίας. Μούμαστος, ὡς Βού βαστος, πόλις Καρίας. Ἀλ. Δευτέρῳ Καρικῶν. Τύμνος, πόλις Καρίας. Ὁ πολίτης Τύμνιος. Ἀλ. Ἐν τῷ Περὶ Καρίας δευτέρῳ. Καβαλὶς, Πόλις πλησίον Κιβύρας πρὸς νότον Μαιάνδρου. Στράβων τρισκαιδεκάτῃ (p. 629). Ἡ γενικὴ Καβαλίδος, ὡς Στράβων ἐν τῇ εἰρημένῃ. Ἀπόγονοι δὲ Λυδῶν οἱ Κιβθρᾶται τῶν κατασχόντων τὴν Καβαλίδα. Ὁ δὲ Πολυΐστωρ Ἀλέξανδρος Καβάλισσαν φησὶ τὸ θηλυκόν· εἶναι δὲ τὸ γένος αὐτὴν Ὀλβίαν. Ἐστι καὶ ἑτέρα Χερσόνησος Καρίας, ἔνθεν ἦν Ἀλέξανδρος ὁ Περὶ Καρίας γράψας.] Γάγαι, πόλις Λυκίας, ἣν καὶ Παλαιὸν τεῖχος καὶ χώραν φησὶν Ἀλ. Ἐν πρώτῃ Λυκιακῶν. Ἐρυμναὶ, πόλις Λυκίας. Ἀλεξ. Ἐν πρώτῃ Λυκιακῶν. Λάμος, ποταμὸς Κιλικίας, καὶ ἡ παρ ̓ αὐτὸν χώρα Λαμουσία, ὡς Ἀλ. Ὁ Πολ. Ἐν πρώτῳ Λυκιακῶν.