Ancient Greek
Section 16
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 16
Not analysed yet
καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ· Καὶ τὰ λοιπά, ὦ⟩ νοῦ[ς], ⟨φράσον⟩ [ὁ ἐ]μοι· καὶ αὐτὸς γὰρ ἐρῶ τοῦ λόγου. —ὁ δὲ Ποιμάνδρης εἶπε· Τοῦτο ἔστι τὸ [[κεκρυμμένον]] μυστήριον ⟨τὸ⟩ μέχρι τῆσδε τῆς ἡμέρας ⟨⟨κεκρυμμένον⟩⟩. ἡ γὰρ φύσις ἐπιμιγεῖσα τῷ ἀνθρώπῳ ἤνεγκέ τι θαῦμα θαυμασιώτατον. ἔχοντος γὰρ αὐτοῦ ⟨ἀπὸ⟩ τῆς ἁρμονίας τῶν ἑπτὰ τὴν φύσιν, οὓ⟨ς⟩ ἔφην σοι ἐκ πYρὸς καὶ πνεύματος ⟨γεγονέναι⟩, οὐκ ἀνέμεινεν ἡ φύσις, ἀλλ᾽ εὐθὺς ἀπεκύησεν ἑπτὰ ἀνθρώπους πρὸς τὰς φύσεις τῶν ἑπτὰ διοικητόρων, ἀρρενοθήλε[ι]ας καὶ μεταρσίους. —καὶ μετὰ ταῦτα ⟨ἔφην ἐγώ⟩· Ὦ Ποιμάνδρη, εἰς μεγάλην γὰρ νῦν ἐπιθυμίαν ἦλθον, καὶ ποθῶ ἀκοῦσαι, μὴ ἔκτρεχε. —καὶ ὁ Ποιμάνδρης εἶπεν· Ἀλλὰ σιώπα· οὔπω γάρ σοι ἀνήπλωσα τὸν πρῶτον λόγον. —Ἰδοὺ σιωπῶ, ἔφην ἑγώ. –