Ancient Greek
Section 17
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 17
Not analysed yet
Ἐγένετο οὖν, [ὡς] ἔφη[ν], τῶν ἑπτὰ τούτων ἡ γένεσις τοιῷδε τρόπῳ. ⟨⟨ἐξήνεγκεν ἡ φύσις τὰ σώματα· ⟩⟩θηλυκὴ γὰρ ἦν ⟨ἡ γῆ⟩, καὶ ⟨τὸ⟩ ὕδωρ ὀχευτικόν· [τὸ δὲ ἐκ πυρὸς πέπειρον·] ἐκ δὲ αἰθέρος τὸ πνεῦμα ἔλαβο⟨ν⟩. [καὶ] [[ἐξήνεγκεν ἡ φύσις τὰ σώματα]] ⟨. . . ⟩πρὸς τὸ εἶδος τοῦ ἀνθρώπου· ὁ δὲ ἄνθρωπος ἐκ ζωῆς καὶ φωτὸς ἐγένετο εἰς ψυχὴν καὶ νοῦν, ἐκ μὲν ζωῆς ψυχήν, ἐκ δὲ φωτὸς νοῦν. καὶ ἔμεινεν οὕτω τὰ πάντα [τοῦ αἰσθητοῦ κόσμου] μέχρι περιόδου τέλους [ἄρχων γενῶν].