Ancient Greek
Section 18
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 18
Not analysed yet
ἄκουε λοιπὸν ὃν ποθεῖς λόγον ἀκοῦσαι. τῆς περιόδου πεπληρωμένης, ἐλύθη ὁ πάντων σύνδεσμος ἐκ βουλῆς θεοῦ· πάντα γὰρ τὰ ζῷα, ἀρρενοθήλεα ὄντα, διελύετο ἅμα τῷ ἀνθρώπῳ, καὶ ἐγένετο τὰ μὲν ἀρρενικὰ ἐν μέρει, τὰ δὲ θηλυκὰ ὁμοίως. ὁ δὲ θεὸς εὐθὺς εἶπεν ἁγίῳ λόγῳ· Αὐξάνεσθε ἐν αὐξήσει καὶ πληθύνεσθε ἐν πλήθει πάντα τὰ κτίσματα καὶ δημιουργήματα. καὶ ἀναγνωρισάτω ὁ ἔννους ⟨ἄνθρωπος⟩ ἑαυτὸν ὄντα ἀθάνατον, καὶ τὸν αἴτιον τοῦ θανάτου ἔρωτα [καὶ πάντα τὰ] ὄντα. ⟨ὁ δὲ ἀναγνωρίσας ἑαυτὸν εἰς τὸ ἀγαθὸν χωρεῖ. ⟩