Ancient Greek
Section 19
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 19
Not analysed yet
τοῦτο εἰπόντος, ἡ πρόνοια διὰ τῆς εἱμαρμένης καὶ ἁρμονίας τὰς μίξεις ἐποιήσατο καὶ τὰς γενέσεις κατέστησε· καὶ ἐπληθύνθη κατὰ γένος τὰ πάντα. καὶ ὁ ἀναγνωρίσας ἑαυτὸν ἐλήλυθεν εἰς τὸ ⟨ὑ⟩περ[ι]ούσιον ἀγαθόν· ὁ δὲ ἀγαπήσας [[τὸ]] ἐκ πλάνης ἔρωτος ⟨⟨τὸ⟩⟩ σῶμα, οὗτος μένει ἐν τῷ σκότει πλανώμενος ⎡αἰσθητῶς⎤, πάσχων τὰ τοῦ θανάτου. –