Ancient Greek
Section 20
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 20
Not analysed yet
Τί τοσοῦτον ἁμαρτάνουσιν, ἔφην ἐγώ, οἱ ἀγνοοῦντες, ἵνα στερηθῶσι τῆς ἀθανασίας; —Ἔοικας, ὦ οὗτος, [τοῦ] μὴ πεφροντικέναι ὧν ἤκουσας. οὐκ ἔφην σοι νοεῖν; —Νοῶ καὶ μιμνήσκομαι, εὐχαριστῶ δὲ ἅμα. —Εἰ ἐνόησας, εἰπέ μοι, διὰ τί ἄξιοί εἰσι τοῦ θανάτου οἱ ἐν [τῷ θανάτῳ] ⟨ἀγνοίᾳ⟩ ὄντες; –Ὅτι προκατάρχεται τοῦ ⎡οἰκείου⎤ σώματος τὸ στυγνὸν σκότος, ἐξ οὗ ἡ ὑγρὰ φύσις, ἐξ Ἧc τὸ σῶμα συνέστηκεν· ⟨. . . ⟩ἐν τῷ αἰσθητῷ κόσμῳ, ἐξ οὗ θάνατος ἀρ[δε]ύεται.