Ancient Greek
Section 21
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 21
Not analysed yet
Ἐνόησας ὀρθῶς, ὦ οὗτος. κατὰ τί δὲ ὁ [νοήσας] ⟨ἀναγνωρίσας⟩ ἑαυτὸν εἰς ⟨τὸ⟩ ἀΓαθὸν χωρεῖ, ὥ⟨σ⟩περ ἔχει ὁ τοῦ θεοῦ λόγος; —φημὶ ἐγώ· Ὅτι ἐκ φωτὸς καὶ ζωῆς συνέστηκεν ὁ πατὴρ τῶν ὅλων, ἐξ οὗ γέγονεν ὁ ἄνθρωπος. —Εὖ φῄϲ [λαλῶν ⟨ὅτι⟩ φῶς καὶ ζωή ἐστιν ὁ θεὸς καὶ πατήρ, ἐξ οὗ ἐγένετο ὁ ἄνθρωπος]. ἐὰν οὖν, [[μάθῃς ἑαυτὸν]] ἐκ ζωῆς καὶ φωτὸς ὤν, [τα καὶ] ⟨⟨μάθῃς ἑαυτὸν⟩⟩ ὅτι ἐκ τούτων τυγχάνεις, εἰς ζωὴν ⟨καὶ φῶς⟩ πάλιν χωρήσεις. —ταῦτα ὁ Ποιμάνδρης εἶπεν. Ἀλλ᾽ ἔτι μοι εἰπέ, [[πῶς εἰς ζωὴν χωρήσω]] ⟨ἔφην⟩ ἐγώ· [[ἔφην ὦ νοῦς ἐμός]] φησὶ γὰρ ὁ θεὸς ὁ ἔννους ἄνθρωπος ἀναγνωρισάτω ἑαυτόν· οὐ πάντες γὰρ ἄνθρωποι νοῦν ἔχουσιν; —⟨⟨ἔφη[ν] ὁ νοῦς ἐμοί· ⟩⟩