Ancient Greek
Section 22
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 22
Not analysed yet
Εὐφήμ⟨ε⟩ι, ὦ οὗτος [λαλῶν]. παραγίνομαι ἐγὼ ὁ νοῦς τοῖς ὁσίοις καὶ ἀγαθοῖς καὶ καθαροῖς καὶ ἐλεήμοσι [τοῖς εὐσεβοῦσι], καὶ ἡ παρουσία μου γίνεται ⟨αὐτοῖς⟩ βοήθεια, καὶ εὐθὺς τὰ πάντα γνωρίζουσι, καὶ τὸν πατέρα ἱλάσκονται ἀγαπητικῶς, καὶ εὐχαριστοῦσιν εὐλογοῦντες καὶ ὑμνοῦντες, τετα[γ]μένοι πρὸς αὐτὸν τῇ στοργῇ. καὶ πρὸ τοῦ παραδοῦναι τὸ σῶμα ⟨τῷ⟩ ἰδίῳ θανάτῳ μυσάττονται τὰς αἰσθήσεις, εἰδότες αὐτῶν τὰ ἐνεργήματα. μᾶλλον δὲ οὐκ ἐάσω αὐτὸς ὁ νοῦς τὰ προσπίπτοντα ἐνεργήματα τοῦ σώματος ἐκτελεσθῆναι· πυλωρὸς ⟨γὰρ⟩ ὢν ἀποκλείσω τὰς εἰσόδους τῶν κακῶν καὶ αἰσχρῶν ἐνεργημάτων, τὰς ἐνθυμήσεις ἐκκόπτων.