Ancient Greek
Section 27x
Corpus Hermeticum, [Ἑρμοῦ τρισμεγίστου] Ποιμάνδρης 27x
Not analysed yet
⟨⟨ἐγὼ δέ, εὐχαριστήσας καὶ εὐλογήσας τὸν πατέρα τῶν ὅλων, ἀνείθην ὑπ᾽ αὐτοῦ δυναμωθείς, καὶ διδαχθεὶς τοῦ παντὸς τὴν φύσιν, καὶ τὴν μεγίστην ⟨θεασάμενος⟩ θέαν. καὶ ἦργμαι κηρύσσειν τοῖς ἀνθρώποις τὸ τῆς εὐσεβείας καὶ γνώσεως κάλλος· Ὦ λαοί, ἄνδρες γηγενεῖς, οἱ μέθῃ καὶ ὕπνῳ ἑαυτοὺς ἐκδεδωκότες [[καὶ]] τῇ ἀγνωσίᾳ τοῦ θεοῦ, νήψατε, παύσασθε δὲ κραιπαλῶντες ⟨⟨καὶ⟩⟩ θελγόμενοι ὕπνῳ ἀλόγῳ.