Ancient Greek
Section 17
Corpus Hermeticum, Ἑρμοῦ τοῦ τρισμεγίστου. Κλείς 17
Not analysed yet
Συννοεῖν δεῖ, ὦ τέκνον, τὸν ἀκούοντα τῷ λέγοντι [καὶ συμπνεῖν], καὶ ὀξυτέραν ἔχειν τὴν ἀκοὴν τῆς τοῦ λέγοντος φωνῆς. ἡ σύνθεσις [τῶν ἐνδυμάτων] τούτων ἐν σώματι γηίνῳ γίνεται. ἀδύνατον γὰρ τὸν νοῦν ἐν γηίνῳ σώματι γυμνὸν αὐτὸν καθ᾽ ἑαυτὸν ἑδράσ⟨ασθ⟩αι· οὔτε γὰρ τὸ γήινον σῶμα δυνατόν ἐστι τηλικαύτην ἀθανασίαν ἐνεγκεῖν, οὔτε τὴν τοσαύτην ἀρετὴν ἀνέχεσθαι συγχρωτιζόμενον αὑτῇ παθητὸν σῶμα. ἔλαβεν οὖν ὥσπερ περιβολὴν τὴν ψυχήν· ἡ δὲ ψυχή. καὶ αὐτὴ θεία τις οὖσα, καθαπερεὶ περι⟨βολῇ⟩ τῷ πνεύματι χρῆται, τὸ δὲ πνεῦμα τὸ [ζῷον] ⟨σῶμα⟩ διοικεῖ· ⟨⟨συστέλλεται ⟨γὰρ⟩ τὸ ⟨μὲν⟩ πνεῦμα εἰς τὸ αἷμα, ἡ δὲ ψυχὴ εἰς τὸ πνεῦμα. ⟩⟩