Ancient Greek
86 to 102
Corpus Parisinum, Pars Vi Cod Digby 6 86-102
Not analysed yet
Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς ἄν τις ἀτυχίαν ἄριστα φέροι ἔφη· "εἰ τοὺς ἐχθροὺς χείρονα πράττοντας βλέποι." Ὁ αὐτὸς ἐρωτηθεὶς πῶς ἂν ἄριστα καὶ δικαιότατα βιώσαιμεν "ἐὰν ἃ τοῖς ἄλλοις," ἔφη, "ἐπιτιμῶμεν αὐτοὶ μὴ δρῶμεν." Ἱέρων ὁ Σικελὸς τύραννος Ξενοφάνους τοῦ Κολοφωνίου ποιητοῦ ψέγοντος Ὅμηρον ἡρώτησεν αὐτόν· "πόσους ἔχεις οἰκέτας;" τοῦ δὲ εἰπόντος δύο καὶ τούτους μόγις τρέφειν "οὐκ αἰσχύνῃ," φησίν, "Ὅμηρον ψέγων ὁς μετηλλαχὼς πλείονας ἢ μυρίους τρέφει;" Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ὁ εὐδαίμων ἔφη· "ὁ τὸ μὲν σῶμα ὑγιής, τὴν δὲ ψυχὴν εὔπορος, τὴν δὲ φύσιν εὐπαίδευτος." Ὁ αὐτὸς ἔλεγε· "μεγάλους δεῖ λαμβάνειν μισθοὺς μαθητῶν τοὺς διδασκάλους παρὰ μὲν τῶν εὐφυῶν ὅτι πολλὰ μανθάνουσι, παρὰ δὲ τῶν ἀφυῶν ὅτι πολὺν κόπον παρέχουσιν." Ὁ αὐτὸς ἐρωτηθεὶς τί ἐστιν ἔργον ῥήτορος εἶπε· "τὰ μικρὰ μὲν μεγάλα ποιῆσαι, τὰ δὲ μείζονα μικρὰ τῷ λόγῳ." Ὁ αὐτὸς εἰπόντος τινὸς ὅτι ὁ δῆμος ὑπὸ τῶν ῥητόρων διαρπάζεται ἔφη· "τί θαυμαστὸν εἰ Κόρακος ἐφευρόντος τὴν ῥητορικὴν οἰ ἀπ’ ἐκείνου κόρακές εἰσιν;" Ὁ αὐτὸς κάλλος εἶπεν εἶναι τῆς ψυχῆς τὴν δικαιοσύνην. Ὁ αὐτὸς ὀνειδιζόμενος ὅτι πολλοὺς ῥητορεύειν διδάξας ἐπένετο εἶπεν· "οὔτε γὰρ ἐδίδαξα φιλαργυρεῖν." Ὁ αὐτὸς ἀκρόασιν ποιούμενος εἶπε τριῶν ἐστοχάσθαι· τοὺς συνετοὺς ὠφελῆσαι. Τοὺς ἀπείρους διδάξαι, τοὺς φθονεροὺς λυπῆσαι. Ἰατρὸν καὶ φίλον ἡγοῦ τοὺς ἐν ἀνάγκαις σπουδαίους. Κότυς ὁ τῶν Θρᾳκῶν βασιλεὺς Θηβαίων σεμνυνομένων ὅτι Λακεδαιμονίων ἠγήσαντο "ἐγώ," φησίν, "ἑώρακα χειμάρρους ποταμοὺς μείζους τῶν αἐνάων γενομένους, ἀλλ’ ὀλίγον χρόνον." Ὁ αὐτὸς ἐρωτηθεὶς τί αὐτῳ γέγονεν ἐκ φιλοσοφίας ἔφη· "τὸ ἀνεπιτάκτως ποιεῖν ἅ τινες διὰ τὸν ἐκ τῶν νόμων φόβον ποιοῦσιν." Ὁ αὐτὸς ἐρωτηθεὶς ποῖος τῶν θανάτων κακὸς ἔφη· "ὁ ἀπὸ τῶν νόμων ἐπαγόμενος." Ὁ αὐτὸς ἐρωτώμενος "τίνι καταλιμπάνεις τὸ βασίλειον;" ἔφη· "τῷ δυναμένῳ." Κικέρων εἶπε· "καλῶς ποιεῖν ἁπλῆ ἐργασία, λέγειν δὲ καὶ ποιεῖν διπλῆ." Ὁ αὐτὸς ἐρωτηθεὶς τί εἴη ποιητικῆ εἶπε· "λαλοῦσα ζωγραφία."