Ancient Greek
52 to 65
Corpus Parisinum, Pars Vi Cod Digby 6 52-65
Not analysed yet
Ὁ αὐτὸς ἐπικαλουμένου τινὸς τὸν θάνατον ἐπὶ τέκνων ἀπωλείᾳ ἔφη· "τί αὐτὸν καλεῖς, ἄνθρωπε, ὃν κἂν μὴ καλέσῃς ἥξει;" Ὁ αὐτὸς τοῦ ἀδελφοῦ εἰπόντος κατ’ ὀργὴν οὐ πρότερον ἀποθανεῖσθαι εἰ μὴ ἀμυνεῖται αὐτὸν "ἀλλ’ ἐγώ," ἔφη, "οὐ πρότερον ἀποθανοῦμαι εἰ μή σε φιλαίτατον ποιήσομαι." Ἐμπεδοκλῆς ὁ φυσικὸς πρὸς τὸν λέγοντα ὅτι "οὐδένα σοφὸν εὑρεῖν δύναμαι" "κατὰ λόγον," εἶπε, "τὸν γὰρ ζητοῦντα σοφὸν αὐτὸν πρότερον εἶναι δεῖ σοφόν." Ὁ αὐτὸς ἐρωτηθεὶς διὰ τί σφόδρα ἀγανακτεῖ κακῶς ἀκούων ἔφη· "ὅτι οὐδὲ ἐπαινούμενος αἰσθήσομαι εἰ μὴ κακῶς ἀκούων ἀχθήσομαι." Ἐφιάλτης ὁ τῶν Ἀθηναίων δημαγωγὸς χειροτονηθεὶς προστάτης ὑπὸ τοῦ δήμου παρῃτήσατο τὴν φιλίαν τῶν ἑταίρων φάμενος μὴ δύνασθαι τὸ κοινὸν συμφέρον διαφυλάσσειν καὶ φιλίας δίκαια συντηρεῖν. Εὐμενὴς ὁ βασιλεὺς ἔλεγε τοῖς ἀδελφοῖς διὰ παντός "ἐὰν μὲν ὡς βασιλεῖ προσφέρησθε ὡς ἀδελφοῖς ὑμῖν χρήσομαι, ἐὰν δὲ ὡς ἀδελφῳ ἐγῶ ὑμῖν ὡς βασιλεύς." Ζήνων ὁ στωϊκὸς φιλόσοφος ἐρωτηθεὶς ὑπό τινος τῶν γνωρίμων "πῶς ἂν μηδὲν ἄδικον πράττοιμεν;" εἶπεν· "ἐὰν διὰ παντὸς ὑπολαμβάνητέ μοι συμπαρεῖναι ὑμῖν." Ὁ αὐτὸς ἔφη τὴν μὲν ὅρασιν ἀπὸ τοῦ ἀέρος λαμβάνειν τὸ φῶς, τὴν δὲ ψυχὴν ἀπὸ τῶν μαθημάτων. Ζήνων ὁ Κιτιεὺς περιπεσὼν ναυαγίῳ καὶ τὰ ὄντα ἀπολέσας οὐδὲν ἀγεννὲς ἐφθέγξατο, ἀλλ’ "εὖ γε," εἶπεν," ὦ τύχη, ὅτι συνέστειλας ἡμᾶς εἰς τὸ τριβώνιον τοῦτο." Ζήθι, ὦ ἄνθρωπε, μὴ μόνον ἵνα φάγῃς καὶ πίῃς, ἀλλ’ ἵνα τὸ ζῆν πρὸς τὸ εὖ ζῆν καταχρήσῃ. Ζητεῖν δεῖ ἄνδρα καὶ γυναῖκα καὶ τέκνα τὰ μετὰ τὴν ἀπαλλαγὴν τοῦ βίου παραμένοντα. Ὁ αὐτὸς ἔφη μὴ δεῖν ζητεῖν τοὺς ἀνθρώπους οἵ τινες ἐκ μεγάλης πόλεώς εἰσιν, ἀλλ’ εἰ μεγάλης πόλεως ἅξιοι. Ὁ αὐτὸς ἐρωτηθεὶς τίς ἄριστος σύμβουλος ἔφη· "ὁ καιρός." Διαγόρας ἐν τῷ πλέειν χειμαζομένου τοῦ σκάφους καὶ τῶν ἐπιβατῶν λεγόντων ὅτι "διὰ τοῦ ἀνδρὸς τούτου ἀπολλύμεθα" δείξας πλησίον ἕτερον πλοῖον κινδυνεῦον εἶπε· "μήτι κἀκείνοις Διαγόρας συμπλέει;"