Ancient Greek
66 to 85
Corpus Parisinum, Pars Vi Cod Digby 6 66-85
Not analysed yet
Δεῖ τὸν ἀγαθὸν ἄνδρα μεμνῆσθαι μὲν τῶν γεγενημένων, πράττειν δὲ τὰ ἐνεστῶτα, περὶ δὲ τῶν μελλόντων ἀσφαλίζεσθαι. Δικαίαν μᾶλλον ἀποδέχου πενίαν ἢ πλοῦτον ἄδικον. Ἡράκλειτος ὁ φυσικὸς εἶπεν· "οἴησις προκοπῆς ἐγκοπὴ προκοπῆς." Ὁ αὐτὸς τὴν παιδείαν ἕτερον ἥλιον εἶναι τοῖς παιδευομένοις ἔλεγε. Ὁ αὐτὸς συντομωτάτην ὁδὸν ἔλεγεν εἰς εὐδοξίαν τὸ γενέσθαι ἀγαθόν. Ἡ εὔκαιρος χάρις ὥσπερ τροφὴ ἁρμόττουσα τὴν τὴς ψυχῆς ἔνδειαν ἀνιᾶται. Ἢ σιγὴν καίριον ἔχειν δεῖ ἢ λόγον ὠφέλιμον. Δίκαιος ὢν τὸ θεῖον ἔξεις σύμμαχον. Δεῖ πάντα μὲν ἀκούειν, ἐκλέγειν δὲ τὰ κρείττονα. Ὁ αὐτὸς θρασυνομένου τινὸς πρὸς αὐτὸν καὶ πλείονα εἰδέναι λέγοντος εἶπε· "νεανίσκε, ὅσον ἔλαιον ἐγὼ εἰς τὸν λύχνον ἀγρυπνῶν ἀνήλωσα τοσοῦτον οἶνον σὺ οὐ πέπωκας." Θεὸν σοφὸς σεβόμενος γινώσκεται ὑπὸ θεοῦ. Θεόφραστος μεμφομένης αὐτὸν τῆς γυναικὸς αὐτοῦ ὅτι τὸν υἱὸν οὐ προσίεται ἄχρηστον ὄντα καὶ λέγουσης ὅτι ἐξ αὐτοῦ εἴη ἀποπτύσας "καὶ γὰρ τοῦτο," εἶπεν, "ἐξ ἐμοῦ, ἀλλ’ οὐ χρήσιμον." Θεόκριτος ὁ Χῖος ἀφυοῦς ποιητοῦ ἀκρόασιν ποιουμένου ἐρωτώμενος ὑπ’ αὐτοῦ ποῖά ἐστι τὰ καλῶς εἰρημένα ἔφη· "ἃ παρέλιπες." Θαλῆς ἐρωτηθεὶς τί πρεσβύτατον τῶν ὄντων ἔφη· "θεός· ἀγέννητος γάρ·" κάλλιστον· "κόσμος· ποίημα γὰρ θεοῦ·" μέγιστον· "ὁ κόσμος· ἅπαντα γὰρ χωρεῖ·" ταχύτατον· "νοῦς· διὰ παντὸς γὰρ τρέχει·" ἰσχυρότατον· "ἀνάγκη· κρατεῖ γὰρ ἁπάντων·" σοφώτατον· "ὁ χρόνος· ἀνευρίσκει γὰρ πάντα·" Οὐδὲν ἔφη τὸν θάνατον διαφέρειν τοῦ ζῆν· "σὺ οὖν," ἔφη τις, "διὰ τί οὐκ ἀποθνήσκεις;" "ὅτι," εἶπεν, "οὐδὲν διαφέρει." Ὁ αὐτὸς πρὸς τὸν πυθόμενον τί πρῶτον γεγένηται νύξ ἢ ἡμέρα "ἡ νύξ," ἔφη, "μιᾷ ἡμέρᾳ προτέρα." Ὁ αὐτὸς ἐρωτηθεὶς εἰ δύναται λανθάνειν θεοὺς ἄνθρωπος ἀδικῶν "ἀλλ’ οὐδε διανοούμενος" ἔφη. Ὁ αὐτὸς πρὸς τὸν μοιχὸν ἐρώμενον εἶ ὀμόσει μὴ μεμοιχευκέναι "οὐ χεῖρον," ἔφη, "ἐπιορκίας μοιχεία." Ὁ αὐτὸς ἐρωτηθεὶς τί δύσκολον ἔφη· "τὸ ἑαυτὸν γνῶναι·" τί εὔκολον· "τὸ ἄλλῳ ὑποθέσθαι·" τί δὲ ἤδιστον· "τὸ ἐπιτυγχάνειν." Τί θεῖον· "τὸ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχων·" τί δὲ δύσκολον εἴη τεθεαμένος "γέροντα," ἔφη, "τύραννον."