Ancient Greek
Page 101
Cyrillus Theol., Commentarii in Lucam 101
Not analysed yet
αὐτοῦ καὶ οὐδέν ἐστιν ὧν ἂν ἔχειν ὁ πατὴρ λέγοιτο, ὃ μή ἐστι καὶ τοῦ υἱοῦ. διὸ καὶ τὴν τῶν ἀμώντων ἀνάδειξιν καίτοι τοῖς τοῦ πατρὸς θελήμασιν ἀναθείς, ἑαυτὸν ἀπέφηνεν εὐθὺς τοῦ θερισμοῦ τὸν δεσπότην, τὸ χρῆναι μυσταγωγεῖν τοῖς ἁγίοις ἀποστόλοις ἀπονέμων. Zu Lk 10, 3a Διηγεῖται δὲ ἐφεξῆς ὁ Λουκᾶς καὶ τὴν ἀποστολὴν τῶν ἑβδομήκοντα μαθητῶν τὸν ἀποστολικὸν ἔχουσαν παρὰ τοῦ Χριστοῦ τύπον τὸν ἀπέριττον καὶ ἀπαρενόχλητον καὶ ἀπαρεμπόδιστον καὶ οὐδὲν τῶν ἐν τῷδε τῷ βίῳ πραγμάτων τῶν ἱερῶν προτάττοντα κηρυγμάτων, ἀναθρώσκοντα δὲ οὕτως εἰς φρόνημα τὸ νεανικόν, ὡς μηδὲν ὅλως ὑποβλέπεσθαι τῶν δεινῶν μήτε μὴν αὐτὸν ὑφορᾶσθαι τὸν θάνατον, ὅταν ἐπάγηται δι' αὐτόν. φησὶ γοῦν· Ὑπάγετε, μὴ καταπτοιεῖσθε τῶν διωγμῶν τὴν ἔφοδον. Zu Lk 10, 3b Καὶ πῶς ἂν πρόβατον κατισχύσειε λύκου καὶ τῆς τῶν θηρῶν ἀγριότητος κρατήσῃ τὸ ἥμερον; Ναί, φησίν, ἐγὼ συμπαρέσομαι καὶ συνασπιῶ καὶ παντὸς ἐξελοῦμαι κακοῦ, ἐγὼ τοὺς λύκους εἰς πρόβατα μεταβαλῶ· ποιῶ γὰρ πάντα καὶ μετασκευάζω καὶ οὐδὲν τοῖς ἐμοῖς θελήμασι τὸ ἀντιστατοῦν. ὅτι δὲ εἰς τοῦτο προῆλθε τῶν πραγμάτων τὸ πέρας, ἐξ αὐτῶν ἔστιν ἰδεῖν τῶν ἀποτελεσμάτων· ἦν μὲν γὰρ ὁ θεῖος Παῦλος βλάσφημος καὶ ὑβριστὴς καὶ διώκτης καὶ λύκου παντὸς ἀπηνέστερος τοῖς πιστεύουσιν εἰς Χριστόν, κέκληται δὲ παρὰ Χριστοῦ καὶ προβάτου γέγονεν ἡμερώτερος.