Ancient Greek · ~4 min
Page 102
Cyrillus Theol., Commentarii in Lucam 102
Not analysed yet
Zu Lk 10, 4a Ὥστε οὐδὲ τὴν περὶ αὐτοῦ τοῦ σώματος ἐπέτρεπεν ἔχειν φροντίδα μὴ ὅτι περὶ τὰ ἔξω τοῦ σώματος ἀσχολεῖσθαι συνεχώρησεν, ὅπου μηδὲ ἐφοδίων φροντίσαι μηδ' ἐπικομίσασθαί τι τῶν οὐκ ἤδη τῷ σώματι περικειμένων, οἷον ὑποδήματα, ἀλλ' ἐπ' αὐτῷ πᾶσαν τίθεσθαι τὴν ἐλπίδα. Zu Lk 10, 4b Οὐ γὰρ μόνον πήραν καὶ βαλάντιον ἐκώλυσεν ἐπιφέρεσθαι, ἀλλ' οὐδὲ τῆς σπουδῆς παρελκυσμόν τινα παρῆκε προσδέξασθαι ὁ μὴ ἄχρι τοῦ τῶν συντυγχανόντων ἀσπασμοῦ συγχωρήσας ἐφέλκεσθαι, ὅπερ ἦν καὶ πάλαι λεγόμενον ὑπὸ τοῦ Ἐλισσαίου πρὸς τὸν ἀποσταλέντα εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν—ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις καὶ τὸν τοῖς κηρύγμασι πρέποντα καιρὸν εἰκῇ δαπανᾶν οὐκ ἐπ' ἀναγκαίοις πράγμασι—μηδὲ χαρίζεσθαι φιλίαις τὸν ἀνωφελῆ μελλησμόν. Zu Lk 10, 16 Ὢ μεγάλης εὐκλείας καὶ ἀπαραβλήτων ἀξιωμάτων, ὢ φιλοτιμίας θεοπρεποῦς· ἀνθρώπους ὄντας δόξῃ περιβέβληκε πρεπούσῃ θεῷ, τοὺς ἰδίους αὐτοῖς ἀνατίθησι λόγους ὥστε καὶ ὑποδίκους γενέσθαι τοὺς κατά τι γοῦν ὅλως ἀπειθοῦντας αὐ-