Ancient Greek
Page 103
Cyrillus Theol., Commentarii in Lucam 103
Not analysed yet
τοῖς. αὐτῶν γὰρ ἀθετουμένων ἑαυτὸν τοῦτο πάσχειν ἰσχυρίζεται καὶ δι' ἑαυτοῦ τὰ τῆς δυσσεβείας ἐγκλήματα καὶ εἰς αὐτὸν ἀναφέρει τὸν πατέρα. καὶ καθ' ἕτερον δὲ τρόπον τῇ τῶν εἰρημένων παρὰ Χριστοῦ δυνάμει προσβαλεῖν δυνατόν. Ὁ ἀκούων γάρ, φησίν, ὑμῶν ἐμοῦ ἀκούει· δίδωσι τοῖς φιλομαθέσι θαρρεῖν, ὡς ὅπερ ἂν λέγοιτο περὶ αὐτοῦ παρὰ τῶν ἁγίων ἀποστόλων ἤγουν εὐαγγελιστῶν, τοῦτο πάντως προσίεσθαι· ὁ γὰρ αὐτῶν ἀκούων ἀκούει Χριστοῦ. καὶ γοῦν ὁ μακάριος Παῦλος· Εἰ δοκιμήν, φησί, ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ. καὶ μὴν καὶ αὐτὸς ὁ Χριστὸς τοῖς ἁγίοις ἔφη που μαθηταῖς· Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν· λαλεῖ γὰρ ἐν αὐτοῖς ὁ Χριστὸς διὰ τοῦ ὁμοουσίου πνεύματος. ἄφυκτος δὴ οὖν ἐπικρέμαται δίκη τοῖς ἀνοσίοις αἱρετικοῖς, οἳ τοὺς τῶν ἁγίων ἀποστόλων καὶ εὐαγγελιστῶν ἀθετοῦσι· λόγους. Zu Lk 10, 17 Εἴρηται ὅτι ἀπέστειλεν αὐτοὺς τῇ τοῦ ἁγίου πνεύματος χάριτι λαμπροὺς ἀποφήνας, ἵνα μὴ ἀπιστῶνται πρός τινων ἢ αὐτόμολοί τινες εἶναι νομίζωνται πρὸς ἀποστολήν· ἑπομένης γὰρ τῷ λόγῳ τῆς θεοσημείας οὐδεὶς ἂν ἴσχυσε κατ' αὐτῶν συκοφαντίας τρόπος. μεμαρτύρηκε τοίνυν ἡ τοῦ πνεύματος χάρις τοῖς ἀπεσταλμένοις ὡς οὐκ αὐτόκλητοί τινες ἢ αὐτόμολοι ἦσαν πρός γε τὸ χρῆναι λαλεῖν τὰ περὶ Χριστοῦ, κεχειροτόνηνται δὲ μᾶλλον τῶν περὶ αὐτοῦ κηρυγμάτων ἱερουργοί. πλὴν ἔλαβον ἐξουσίαν καὶ <τοῦ> τοῖς πονηροῖς ἐπιπλήττειν πνεύμασι καὶ τοῦ δύνασθαι συντρίβειν τὸν σατανᾶν, οὐχ ἵνα μᾶλλον αὐτοὶ θαυμάζωνται, ἀλλ' ἵνα δι' αὐτῶν δοξάζηται Χριστὸς καὶ πιστεύηται παρὰ τῶν μυσταγωγουμένων ὅτι καὶ θεὸς καὶ υἱὸς θεοῦ κατὰ φύσιν ἐστὶ δόξῃ τε καὶ ἰσχύι καὶ ὑπεροχῇ τοσοῦτος, ὥστε καὶ ἑτέροις δύνασθαι