Ancient Greek
Page 104
Cyrillus Theol., Commentarii in Lucam 104
Not analysed yet
νέμειν τὸ ὑπὸ πόδας ἔχειν τὸν σατανᾶν. οἱ δὲ τῆς τοιαύτης ἠξιωμένοι χάριτος ὑπενόστησαν, φησί, χαίροντές τε καὶ λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν τῷ ὀνόματί σου. ὁμολογοῦσι μὲν γὰρ τὴν ἐξουσίαν τοῦ τετιμηκότος, πλὴν ἐοίκασι χαίρειν, οὐχ ὅτι μᾶλλον γεγόνασι τῶν περὶ αὐτοῦ κηρυγμάτων διάκονοι καὶ ἠξίωνται γερῶν ἀποστολικῶν, ἀλλ' ὅτι σημείων γεγόνασιν ἀποτελεσταί. ἦν δ' ἄμεινον ἐννοεῖν ὅτι δέδωκεν αὐτοῖς τὴν τοῦ δύνασθαι τερατουργεῖν ἐξουσίαν, οὐχ ἵνα θαυμάζωνται διὰ τοῦτο παρά τινων, ἀλλ' ἵνα μᾶλλον μὴ ἀπιστῶνται κηρύττοντες. ἦν οὖν ἄμεινον ἐπὶ τοῖς δι' αὐτῶν σεσαγηνευμένοις ὁρᾶσθαι χαίροντας, ὡς καὶ ὁ πάνσοφος Παῦλος τοῖς δι' αὐτοῦ ἐπικεκλημένοις ἐπισεμνύνεται λέγων· Χαρὰ καὶ στέφανός μου. οἱ δὲ τῶν τοιούτων μὲν εἰρήκασιν οὐδέν, ἐπὶ μόνῳ δὲ χαίρουσι τῷ δύνασθαι συντρίβειν τὸν σατανᾶν. καὶ τί πρὸς ταῦτα Χριστός; Zu Lk 10, 18 Ναί, φησίν, οὐκ ἠγνόηκα τοῦτο ἐγώ· τοῖς γὰρ ἐμοῖς νεύμασιν οἱονεὶ τεθωρακισμένοι νενικήκατε τὸν σατανᾶν. εἶδον αὐτὸν ὡς ἀστραπὴν ἐξ οὐρανοῦ πεσόντα, τουτέστιν ἐξ ὕψους εἰς γῆν κατενηνεγμένον, ἐκ δόξης εἰς ἀτιμίαν, ἐξ ἰσχύος πολλῆς εἰς ἐσχάτην ἀσθένειαν. καὶ ἀληθὴς ὁ λόγος. πρὸ μὲν γὰρ τῆς τοῦ σωτῆρος ἐπιδημίας κατεκράτησε τῆς ὑπ' οὐρανόν, προσεκυνήθη παρὰ πάντων, ναοὶ πανταχοῦ καὶ βωμοὶ καὶ θυσίαι· ἐπειδὴ δὲ καταπεφοίτηκεν ἐξ οὐρανῶν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, πέπτωκεν ἐκεῖνος ὡς ἀστραπή· ὁ γὰρ πάντας ἔχων προσκυνητὰς τοὺς πεπλανημένους ὑπὸ πόδας τέθειται τῶν προσκυνούντων αὐτόν.