Ancient Greek · ~5 min
Page 85
Cyrillus Theol., Commentarii in Lucam 85
Not analysed yet
πρὸς τὴν τοῦ παραδόξου κατόρθωσιν, ἐπετίμησε τῷ ἀκαθάρτῳ πνεύματι καὶ παραχρῆμα τοῦ νοσεῖν ὁ νεανίας ἀπηλλάττετο. Zu Lk 9, 42f Καλῶς εἴρηκεν ὅτι Ἀπέδωκεν αὐτὸν τῷ πατρί· οὐ γὰρ ἦν ἔτι τοῦ πατρός, ἀλλὰ τοῦ κρατοῦντος πνεύματος ἐπειδὴ ἀπεσείσατο τὴν πλεονεξίαν, γέγονε πάλιν τοῦ ἰδίου πατρός· Χριστοῦ δὲ τὸ δῶρον, ὃς καὶ τοῖς ἁγίοις ἀποστόλοις δέδωκεν ἐξουσίαν τοῦ δύνασθαι κατορθοῦν τὰς θεοσημείας καὶ τοῖς ἀκαθάρτοις πνεύμασιν ἐπιτιμᾶν. ἐκπλήττεσθαι δέ φησιν τοὺς ὄχλους ὁ μακάριος εὐαγγελιστὴς ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Zu Lk 9, 43f Πάντα ἃ ὁ Ἰησοῦς ἐποίει, θαυμασμοῦ ἄξια παρὰ πᾶσιν ἦν. ἐπέλαμπε γάρ τι ἐξαίρετον καὶ θεῖον πάσῃ τῇ ἐνεργείᾳ αὐτοῦ, ὡς ἀληθεύειν τὴν λέγουσαν γραφήν· Δόξαν καὶ μεγαλοπρέπειαν ἐπιθήσεις ἐπ' αὐτόν. εἰ καὶ πάντες μέντοιγε ἐθαύμαζον ἐπὶ πᾶσιν οἷς ἐποίει ὁ Ἰησοῦς, ἀλλ' αὐτὸς τὰ ἐπιφερόμενα τούτοις οὐκ εἶπε πρὸς πάντας, ἀλλὰ πρὸς τοὺς ἑαυτοῦ μαθητὰς ὅτι Εἰ καὶ τοιαῦτά ἐστιν ἃ ποιῶ πάντα, ὡς πάντας ἐπ' αὐτοῖς θαυμάζειν, ἀλλὰ κατανοήσατε, εἰς ὅσον ἐμαυτὸν ταπεινοῦν μέλλω ὑπὲρ πάντων παραδιδόμενος, ἵνα ἄρω τὴν ἁμαρτίαν τοῦ κόσμου. ἵν' οὖν εἰδεῖεν ἀκριβῶς τὸ περὶ αὐτοῦ μυστήριον οἱ τῆς οἰκουμένης μυσταγωγοί, χρησίμως καὶ ἀναγκαίως ποιεῖται τὴν προαγόρευσιν καί φησι· Θέσθε ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν