Ancient Greek · ~7 min
Page 86
Cyrillus Theol., Commentarii in Lucam 86
Not analysed yet
τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. καὶ ποία τίς ἐστιν ἡ πρόφασις ἡ ταῦτα εἰπεῖν παρασκευάσασα Χριστόν, ἀναγκαῖον ὡς οἶμαι λέγειν. οὐκοῦν ἀνεκόμισε μὲν εἰς τὸ ὄρος Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος. ἔδειξεν αὐτοῖς τὴν δόξαν, μεθ' ἧς ἐπιλάμψει τῷ κόσμῳ κατὰ καιρούς, εἶτα κατελθὼν ἀπὸ τοῦ ὄρους πονηροῦ τε καὶ ἀπηνοῦς πνεύματος ἠλευθέρωσέ τινα. ἀλλ' ἔδει πάντως αὐτὸν τὸ σωτήριον ὑπὲρ ἡμῶν ὑπομεῖναι πάθος καὶ τῆς Ἰουδαίων ἀνασχέσθαι σκαιότητος. οὗ δὴ γεγονότος οὐδὲν ἀπεικὸς ἐννοεῖν ἐν θορύβοις ἔσεσθαι τοὺς μαθητὰς κἀκεῖνό που τάχα καθ' ἑαυτοὺς ἐννοεῖν τε καὶ λέγειν· Ὁ τοσοῦτος ἐν δόξῃ, ὁ νεκροὺς ἀναστήσας ἐν ἐξουσίᾳ θεοπρεπεῖ, ὁ θαλάσσαις ἐπιτιμῶν καὶ πνεύμασιν, ὁ λόγῳ συντρίβων τὸν σατανᾶν, πῶς ἥλω νυνὶ καὶ τοῖς τῶν φονώντων ἐμπέπτωκε βρόχοις; ἆρ' οὖν ἠπατήμεθα θεὸν εἶναι νομίζοντες αὐτόν; ἵνα τοίνυν εἰδεῖεν τὸ πάντη τε καὶ πάντως ἐσόμενον, ἀπόθετον ὥσπερ εἰς νοῦν ποιεῖσθαι κελεύει τὸ μυστήριον· Θέσθε γάρ, φησίν, ὑμεῖς εἰς τὰς καρδίας ὑμῶν· τὸ δὲ Ὑμεῖς ἐν τούτοις διαστέλλοντός ἐστιν ἀπὸ τῶν ἄλλων αὐτούς· ἤθελε μὲν γὰρ αὐτοὺς εἰδέναι τὸ συμβησόμενον, οὐ μὴν ἔτι καὶ λαλεῖν ἑτέροις. οὐ γὰρ ἔδει μόνον τοὺς ἀγελαίους μαθεῖν ὅτι πείσεται, ἀλλ' ἦν ἄμεινον πρὸς τούτῳ πεπληροφορημένους ὅτι καὶ ἀνεβίω θεοπρεπῶς καταργήσας τὸν θάνατον, διαφυγεῖν ἑτοίμως τὰ ἐκ τοῦ σκανδαλίζεσθαι βλάβη. ὅταν τοίνυν ἐνστῇ, φησί, τοῦ παθεῖν ὁ καιρός, μὴ εἴπῃς· Πῶς ὁ τοσοῦτος ἐν δόξῃ καὶ σημείων τοσούτων ἀποτελεστὴς καθ' ἕνα τῶν καθ' ἡμᾶς οὐκ ἐνόησε πεσὼν εἰς χεῖρας ἐχθρῶν; ἴσθι δὲ μᾶλλον τὴν οἰκονομίαν ἐννοήσας ὅτι οὐ βεβίασμαι παρά τινων, ἀφῖγμαι δὲ εἰς τοῦτο ἑκών. τί γὰρ ἦν τὸ κωλύον τὸν προειδότα καὶ ἀπαγγείλαντα σαφῶς τὸ ἐσόμενον μὴ ἂν ἐθελῆσαι παθεῖν; ἀλλ' ἵνα σώσω τὴν ὑπ' οὐρανόν, ἐμαυτὸν ἐνῆκα τῷ