Ancient Greek · ~6 min
Page 87
Cyrillus Theol., Commentarii in Lucam 87
Not analysed yet
παθεῖν. τοῦτο διδάξει σαφῶς ἑτέρωθί που λέγων· Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ἐξουσίαν ἔχω θεῖναι αὐτὴν καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Zu Lk 9, 45 Εἶτα εἴποι τις ἄν· Καὶ πῶς ἠγνόουν οἱ μαθηταὶ τὸ Χριστοῦ μυστήριον; ἦσαν μὲν γὰρ ἐκ τῆς τῶν Ἰουδαίων ἀγέλης, πλὴν οὐ ῥᾴθυμοι καὶ τῶν Μωυσέως γραμμάτων οὐκ ἀνεπιστήμονες· καὶ γοῦν ἀπόλεκτοι γεγόνασι διὰ τοῦτο παρὰ Χριστοῦ. εἶτα πῶς ἠγνόησαν τὸ Χριστοῦ μυστήριον καίτοι διὰ τῆς τοῦ νόμου σκιᾶς πλεισταχοῦ γραφόμενον; ἀλλ' ὡς ὁ μακάριος γράφει Παῦλος· Πώρωσις ἀπὸ μέρους γέγονε τῷ Ἰσραὴλ καί· Ἄχρι τῆς σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωυσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται μὴ ἀνακαλυπτόμενον ὅτι ἐν Χριστῷ καταργεῖται. χρὴ τοιγαροῦν προσιόντας τῷ Χριστῷ λέγειν· Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Zu Lk 9, 46f Μανθανέτω πάλιν ὁ ψιλὸν ἄνθρωπον νομίζων εἶναι τὸν Ἰησοῦν ὅτι πεπλάνηται καὶ τῆς ἀληθείας οἴχεται μακράν. ἴστω γὰρ ὅτι κἂν εἰ γέγονε σὰρξ θεὸς ὢν ὁ λόγος, ἀλλ' οὖν ἀναπόβλητον ἔχει τὸ εἶναι ὃ ἦν καὶ μεμένηκε θεός. ἔνεστι μὲν γὰρ μόνῳ τῷ ἐπὶ πάντας θεῷ τὸ ἐξετάζειν δύνασθαι καρδίας καὶ νεφροὺς καὶ γινώσκειν τὰ κεκρυμμένα, ἑτέρῳ δὲ παρ' αὐτὸν οὐδενὶ παντελῶς. ἀλλ' ἰδοὺ τοὺς τῶν ἁγίων ἀποστόλων διαλογισμοὺς ἐξετάζει Χριστὸς καὶ τὸν τῆς θεότητος ὀφθαλμὸν καθίησιν εἰς τὰ κεκρυμμένα. θεὸς οὖν ἄρα