Ancient Greek
Page 88
Cyrillus Theol., Commentarii in Lucam 88
Not analysed yet
ἐστὶν ὁ τοῖς οὕτω μεγάλοις καὶ θεοπρεπεστάτοις ἐμπρέπων ἀξιώμασι. πλὴν ἐκεῖνο διερευνήσωμεν· ἆρα γὰρ ἅπαντες οἱ μακάριοι μαθηταὶ κοινὴν ἐσχήκασι τὴν τοιάνδε νόσον; ἀλλ' οἶμαι πολὺ τὸ ἀπίθανον ἔχει τὸ νομίζειν ἅπαντας κοινὴν καὶ μίαν εὐθὺς εἰσδέξασθαι νόσον. ἑνὸς δέ, ὥς γε οἶμαι, παθόντος αὐτήν, ἵνα μή τινα διαβολὴν κατά τινος τῶν συμμαθητῶν ὁ σοφώτατος εὐαγγελιστὴς ἐξυφαίνων εὑρεθῇ, ἀδιορίστως ἀποφαίνεται λέγων ὅτι Εἰσῆλθε διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν. πλὴν ὅτι δεινὸς ἄγαν εἰς κακουργίας ὁ σατανᾶς, ἔξεστι πάλιν καὶ διὰ τούτων ἰδεῖν· ἐπιβουλεύει γὰρ πολυτρόπως τοῖς τὴν παγκάλην ἠγαπηκόσι ζωήν. κἂν μὲν δύναιτο διὰ τῶν τῆς σαρκὸς ἡδονῶν τὸν τοῦδέ τινος ἐκπολιορκῆσαι νοῦν, ἀγρίως ἐπιπηδᾷ καὶ τῆς φιληδονίας ὀξύνει τὸ κέντρον. εἰ δὲ δή τις εἴη νεανικὸς καὶ τῶν τοιούτων ἐπέκεινα φέροιτο βρόχων, μέτεισιν εὐκόλως ψυχικοῖς ἀρρωστήμασι τὰς κατ' αὐτῶν ἀρτύων ἐπιβουλάς· ἐνσπείρει γάρ τι τῶν ἀπᾳδόντων θεῷ καὶ τὸ φιλόδοξον ἐγείρει πάθος κατὰ βραχὺ κατασείων εἰς ἐπάρατον ὑπεροψίαν. πάθος δὴ οὖν διακένου δόξης εἰσδεδράμηκέ τινα τῶν ἁγίων ἀποστόλων· τὸ γὰρ ὅλως διαλογίζεσθαι τὸ τίς ἂν εἴη μείζων αὐτῶν, φιλονεικοῦντός ἐστι καὶ τὸ προεστάναι τῶν ἄλλων ἐπιθυμοῦντος. πλὴν οὐκ ἐνύσταξεν ὁ σώζειν εἰδὼς δηλονότι Χριστός· εἶδεν ἐν τῇ τοῦ μαθητοῦ διανοίᾳ τὸν ἐπ' αὐτῷ δὴ τούτῳ διαλογισμὸν ὥσπερ τινὰ ῥίζαν πικρίας ἄνω φύουσαν κατὰ τὸ γεγραμμένον, καὶ πρὶν εἰς ὕψος ἀρθῆναι, πρὶν ἁδρυνθῆναι ἐκ ῥίζης αὐτῆς ἀναβοθρεύει τὸ κακόν· ἀρχόμενα γὰρ ἐν ἡμῖν τὰ πάθη νικᾶται ῥαδίως, ἁδρυνθέντα δὲ δυσαπόβλητά ἐστι καὶ οὐ μετρίως ἀναισχυντεῖ. πῶς οὖν ἄρα τὸ φιλόδοξον ἀποκείρει πάθος ὁ πνευμάτων ἰατρός; ἐπελάβετο παιδίου, φησί, καὶ ἔστησεν αὐτὸ παρ' ἑαυτῷ. ὠφελείας δὲ πρόφασιν ἐποιεῖτο τὸ χρῆμα καὶ αὐτοῖς τοῖς ἁγίοις ἀποστόλοις καὶ ἡμῖν δὲ τοῖς μετ' ἐκείνους· παραβόσκεται γὰρ ἡ τοιάδε νόσος ὡς ἐπίπαν τοὺς ἀνθρώπους οἵπερ ἂν εἶεν ἐν ὑπεροχῇ τῇ κατά τινων. τίνος οὖν ἄρα τύπον καὶ εἰκόνα τὸ παρενεχθὲν ἐποιεῖτο παιδίον; ἀπονήρου τε καὶ ἀφιλοδόξου ζωῆς· ἀκαπήλευτον γὰρ ἔχει τὴν γνώμην, ἀνό-