Ancient Greek · ~6 min
Page 89
Cyrillus Theol., Commentarii in Lucam 89
Not analysed yet
θευτον τὴν καρδίαν καί ἐστιν ἐν ἁπλότητι λογισμῶν· οὐ φιλοδοξίας ἐρᾷ, οὐκ οἶδε τῆς καθ' ὁτουοῦν ὑπεροχῆς τὸν τρόπον, ἀλλ' οὐδὲ φεύγει τὸ μειονεκτεῖσθαι δοκεῖν. εὐδίαν ἔχει πολλὴν εἰς νοῦν καὶ καρδίαν ὡς ἐξ ἁπλότητός τε καὶ ἀκακίας. καὶ γοῦν αὐτὸς ὁ σωτὴρ ἔφασκέ ποτε τοῖς ἁγίοις ἀποστόλοις, μᾶλλον δὲ ἅπασι τοῖς ἀγαπῶσιν αὐτόν· Ἀμήν, λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία ταῦτα, οὐ δύνασθε εἰσελθεῖν εἰς τὴν βασιλεῖαν τοῦ θεοῦ. τί δὲ τὸ στραφῆναι καὶ τοῖς παιδίοις ἐξομοιωθῆναι, διασαφεῖ γράφων ὁ μακάριος Παῦλος· Μὴ παιδία γίνεσθε ταῖς φρεσίν, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε, ταῖς δὲ φρεσὶ τέλειοι γίνεσθε. ποτὲ δὲ πάλιν προσαγουσῶν αὐτῷ βρέφη γυναικῶν, εἶτα κωλυόντων τῶν μαθητῶν ἔφη· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. τοὺς ὄντας τοιούτους προσίεται καὶ ἀγαπᾷ καὶ οἷον ἐγγὺς ἔχειν ἀξιοῖ ὡς τὰ αὐτοῦ φρονεῖν ἑλομένους· ἔφη γὰρ ὅτι Μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. Zu Lk 9, 48 Εἶτά φησιν· Ὃς ἂν δέξηται τὸ παιδίον τοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἂν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὅτε τοίνυν τοῖς τιμῶσιν ἁγίους εἷς τε καὶ ὅμοιος ὁ μισθός, κἂν εἴτε μικρὸς εἴη τυχὸν ἢ γοῦν ἐν ὑπερκειμένῃ τιμῇ τε καὶ δόξῃ—Χριστὸν γὰρ ὑποδέχεται καὶ δι' αὐτοῦ καὶ ἐν αὐτῷ τὸν πατέρα—, πῶς οὐχ ἕωλον παντελῶς τὸ ἀλλήλοις φιλονεικεῖν καὶ τὸ προὔχειν ἑτέρων ἐπιζητεῖν; διατρανοῖ δὲ καὶ ἔτι μειζόνως τὸν ἐπὶ τούτῳ τῷ λόγῳ σκοπὸν καί φησιν· Ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτος ἔσται μέγας, τὸν μετριό-