Ancient Greek · ~6 min
Page 90
Cyrillus Theol., Commentarii in Lucam 90
Not analysed yet
φρονα λέγων καὶ οὐδὲν ὑψηλὸν περὶ ἑαυτοῦ λογιζόμενον δι' εὐλάβειαν. γέγραπται γὰρ ὅτι Πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται καὶ ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Zu Lk 9, 49f Ἆρα φθόνου κέντρον τοὺς ἁγίους ἔτυψε μαθητάς; ἆρα τοῖς εὐδοκιμοῦσι βασκαίνουσι; κωλύεις, εἰπέ μοι, τὸν ἐν ὀνόματι Χριστοῦ συντρίβοντα πονηρὰ δαιμόνια; καίτοι πῶς οὐκ ἔδει μᾶλλον ἐννοεῖν ὡς οὐκ αὐτὸς ἐκεῖνος ἦν ὁ τῶν παραδόξων ἐργάτης, ἀλλ' ἡ ἐν αὐτῷ χάρις ἀποπεραίνουσα τὸ παράδοξον ἐν δυνάμει δηλονότι Χριστοῦ; πῶς οὖν ἄρα κωλύεις τὸν ἐν Χριστῷ διαπρέποντα; Ναί, φησίν· οὐ γὰρ ἀκολουθεῖ μεθ' ἡμῶν. τί γάρ, εἰ μὴ γέγονεν ἐναρίθμιος τοῖς ἁγίοις ἀποστόλοις ὁ τῇ παρὰ Χριστοῦ χάριτι στεφανούμενος; πλεῖσται τῶν παρὰ Χριστοῦ χαρισμάτων εἰσὶν αἱ διαφοραί. καὶ τοῦτο διδάξει λέγων ὁ μακάριος Παῦλος ὅτι Ὧι μὲν δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἄλλῳ δὲ πίστις, ἑτέρῳ δὲ χαρίσματα ἰαμάτων. τί οὖν ἐστι τὸ Οὐ περιπατεῖ μεθ' ἡμῶν; δέδωκε τοῖς ἁγίοις ἀποστόλοις ἐξουσίαν ὁ σωτὴρ κατὰ πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ· καὶ δὴ καὶ ἐνηργήκασιν. ὑπέστρεψαν γοῦν χαίροντες καὶ λέγοντες· Κύριε, καὶ τὰ δαιμόνια ἡμῖν ὑποτάσσεται ἐν τῷ ὀνόματί σου. ᾠήθησαν τοίνυν οὐδενὶ μὲν τῶν ἄλλων, αὐτοῖς δὲ μόνοις ἐξεῖναι φέρειν τὸ δοθὲν ἀξίωμα. διὰ τοῦτο προσίασιν ἀξιοῦντες μαθεῖν, εἰ καὶ ἕτερον ἔξεστι τοῦτο δρᾶν. ἔχομέν τι τοιοῦτον καὶ ἐν τοῖς ἀρχαιοτέροις γράμμασιν. ἔφη μὲν γάρ που θεὸς πρὸς τὸν Μωυσέα· Ἐπίλεξαι σεαυτῷ ἑβδομήκοντα ἄνδρας ἐκ τῶν πρεσβυτέρων Ἰσραὴλ καὶ ἀφελῶ ἀπὸ