Ancient Greek · ~2 min
Fragment 105
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 105
Not analysed yet
Mt 9, 11—13 Πλὴν τοὺς ἁγίους ὁ πάλαι νόμος ἐκώλυσε συγκολλᾶσθαι τοῖς βεβήλοις, ἵνα μὴ παρολισθήσῃ αὐτῶν ὁ νοῦς, οὐ μὴν τὸ ἐναντίον, ἐὰν προστρέχῃ βέβηλος ἁγίῳ, δεῖ αὐτὸν ἀποστρέφεσθαι κατὰ τό· «οὐ βδελύξῃ Ἰδουμαῖον οὐδὲ Αἰγύπτιον». ἀλλ' ἐπὶ Χριστοῦ οὐδὲν τοιοῦτον δεῖ ἐννοεῖν τοῦ πάσης κακίας καὶ πάθους ἀνωτέρου· πίστιν γὰρ θέλει δικαιοῦσαν τὸν ἄνθρωπον, οὐ τὸν ἐν γράμμασιν νόμον τὸν τὰς δι' αἱμάτων θυσίας ἐπιτάττοντα, ὅπερ σαφηνίζων ἐπάγει καὶ «ἐπίγνωσιν θεοῦ ἢ ὁλοκαυτώματα· ἔλεος» γάρ ἐστιν ὁ εὐαγγελικὸς λόγος. διὸ ἐκ πίστεως δικαιούμεθα δωρεὰν ἄνευ ἔργων νόμου. καλεῖ δὲ οὐ τοὺς ἐγγὺς ὄντας, ἀλλὰ τοὺς μακρὰν ἀφεστηκότας.