Ancient Greek · ~1 min
Fragment 167
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 167
Not analysed yet
Mt 13, 16 Μακαρίζει τοίνυν αὐτοὺς ὡς ἀκηκοότας τῆς τοῦ υἱοῦ φωνῆς καὶ ἀξιωθέντας τῆς αὐτοῦ θέας, δι' οὗ καὶ ἐν ᾧ τὴν τοῦ πατρὸς καὶ θεοῦ ἑώρων φύσιν νοητῶς, ὧν ἠξιώθησαν οἱ πάλαι ἅγιοι καὶ πληρεστάτην ἔσχον τὴν ἐπ' ἀγαθοῖς θυμηδίαν.