Ancient Greek · ~4 min
Fragment 168
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 168
Not analysed yet
Mt 13, 19—22 Ἴδωμεν ὡς ἐν παχέσι πράγμασι, τί ἐστι τὸ ἐπὶ τῆς ὁδοῦ εἶναι. σκληρὰ καὶ ἀνόνητός πώς ἐστι πᾶσα ὁδὸς διὰ τὸ τοῖς ἁπάντων ὑποκεῖσθαι ποσὶ καὶ οὐδὲν αὐτῇ ἐγχώννυται τῶν σπερμάτων, κεῖται δὲ μᾶλλον ἐπιπολῆς καὶ τοῖς ἐθέλουσι τῶν πτηνῶν ἕτοιμα εἰς διαρπαγήν. οὐκοῦν οἳ τὸν νοῦν ἔχουσιν ἐν ἑαυτοῖς σκληρὸν καὶ οἷον πεπιλημένον, οὗτοι τὸν θεῖον οὐ παραδέχονται σπόρον, ἀλλὰ τοῖς ἀκαθάρτοις πνεύμασι πεπατημένη γεγόνασιν ὁδός· ταῦτα γάρ ἐστι «τὰ πετεινὰ τοῦ οὐρανοῦ». οὐρανὸν δὲ ἐνταῦθα τὸν ἀέρα νοοῦμεν, ἐν ᾧ τὰ τῆς πονηρίας πνεύματα στρέφονται, ὑφ' ὧν καὶ τὸ καλὸν σπέρμα διαρπάζεται καὶ ἀπόλλυται. τίνες δὲ καὶ οἱ ἐπὶ τῆς πέτρας; εἰσί τινες ἀπεριέργως ἔχοντες τὴν πίστιν ἐν ἑαυτοῖς, τὸν δὲ νοῦν οὐ καθιέντες εἰς τὴν τοῦ μυστηρίου βάσανον. οὗτοι κούφην τε καὶ ἀνάρριζον ἔχουσι τὴν εἰς θεὸν εὐσέβειαν. κἂν μὲν ἐξ οὐρίας φέρηται τὰ Χριστιανῶν πράγματα οὐδενὸς αὐτὰ καταχειμάζοντος πειρασμοῦ, σῴζουσιν τηνικάδε μόλις ἐν ἑαυτοῖς ἐκεῖνοι τὴν πίστιν, θορυβήσαντος δὲ διωγμοῦ ἀφιλοπόλεμον ἔχουσιν τὴν ψυχήν.