Ancient Greek
Fragment 169
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 169
Not analysed yet
Mt 13, 19—23 Ματθαῖος ἔγραψε πονηρός, Μᾶρκος δὲ «σατανᾶς», Λουκᾶς δὲ «διάβολος». οὐ ταὐτόν ἐστι παρὰ τὴν ὁδὸν καὶ ἐν τῇ ὁδῷ, δεόμεθα δὲ τῆς διαφορᾶς διὰ τὸ «ἐγώ εἰμι ἡ ὁδός»· πλὴν οἱ τρεῖς ἔγραψαν παρὰ τὴν ὁδόν. χαριέστατα δὲ Ματθαῖος καὶ Μᾶρκος «ἐπὶ τὰ πετρώδη», οὐκ ἐπὶ πέτραν φησὶν ἐσπάρθαι τὸν λόγον. ἐπὶ μὲν σύμπαντος τοῦ παρὰ τὴν ὁδὸν εἴρηται τὸ μὴ συνιέντος. ἐπὶ δὲ τῆς καλῆς γῆς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς· μήποτ' οὖν οἱ ἐπὶ τὰ πετρώδη καὶ οἱ εἰς τὰς ἀκάνθας μεταξύ εἰσιν ἀσυνετούντων καὶ συνιέντων. προτρεπτικὸν δὲ εἰς τὸ συνέσεως ἐπιμελεῖσθαι· εἰ γὰρ μὴ τοῦ συνιέντος ἁρπάζεται ὁ σπόρος, σύνεσιν ἀναληπτέον καὶ καλυπτέον τὸν σπόρον ἐν τῇ γῇ, τῇ μνήμῃ, ἵνα ῥιζοβολήσῃ καὶ μὴ γυμνὸν εὑρισκόμενον ἁρπαγῇ ὑπὸ τῶν τῆς πονηρίας πνευμάτων.