Ancient Greek
Fragment 171
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 171
Not analysed yet
Mt 13, 49—50 Ὅτι δὲ οἰκουμενικὴ γέγονεν ἡ διὰ Χριστοῦ κλῆσις, αὐτὸς πιστώσεται λέγων ἐναργῶς, ὅτι τῶν εὐαγγελικῶν κηρυγμάτων τὸ λίνον ἐκ παντὸς συνάγει γένους. καὶ ὥσπερ οἱ τῆς τῶν ἰχθύων θήρας ἐπιστήμονες καὶ θαλασσουργικὸν ἔχοντες ἐπιτήδευμα χαλῶσι τὸ λίνον οὐ διακρίνοντες, ἀλλ' ὅπερ ἂν τοῖς βρόχοις ἐναποληφθῇ, τοῦτο πάντη καὶ πάντως ἕλκουσιν εἰς γῆν, οὕτω καὶ ἡ δύναμις τοῦ κηρύγματος καὶ ἡ θαυμαστὴ καὶ πολύπλοκος τῶν ἱερῶν μαθημάτων διδασκαλία, ἣν οἱ καλοὶ ἁλιευταὶ ἀπόστολοι ἔπλεξαν, ἐκ παντὸς ἕλκει γένους καὶ συνάγει πρὸς θεόν. συνάγει δὲ μέχρι καιροῦ, ὃς πληρωθήσεται κατὰ τὸν καιρὸν τῆς συντελείας, καθ' ὃν τοὺς σαγηνευθέντας ἐκτὸς τοῦ βίου ἑλκύσαντες οἱ ἐπὶ τούτῳ τεταγμένοι ἄγγελοι τοῦ θεοῦ τὴν πάντων διάκρισιν ποιήσονται ἀφορίζοντες τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων.