Ancient Greek
Fragment 172
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 172
Not analysed yet
Mt 13, 52 Γραμματεύς ἐστιν ὁ διὰ τῆς ἐπιμόνου ἀναγνώσεως τῶν γραφῶν τῆς τε παλαιᾶς καὶ τῆς νέας θησαυρὸν γνώσεως ἑαυτῷ ἀποθέμενος. διὸ μακαρίζει τοὺς συνενεγκόντας ἐν ἑαυτοῖς νομικὴν παιδείαν καὶ εὐαγγελικήν, ὥστε ἐκβάλλειν ἐκ τοῦ θησαυροῦ νέα καὶ παλαιά. τούτους καὶ γραμματεῖ ὁμοιοῖ καθὼς καὶ ἀλλαχοῦ φησιν· «ἀποστέλλω» ὑμῖν «σοφοὺς καὶ γραμματεῖς». εἶδες πῶς οὐκ ἐκβάλλει τὴν παλαιάν—δι' ὧν καλλωπίζεται ἡ ψυχή.