Ancient Greek
Fragment 174
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 174
Not analysed yet
Mt 14, 13—21 Νῦν δὲ καὶ κοφίνους ἐγέμισεν καὶ ὅτι μᾶλλον ἑνὶ ἑκάστῳ τῶν μαθητῶν ἐδόθη εἰς μισθὸν τῆς διακονίας, δι' οὗ σημαίνεται, ὅτι οἱ διακονούμενοι πολὺν ἕξουσιν τὸν μισθόν. ἐπειδὴ καὶ ὁ ἄλλος εὐαγγελιστὴς «κριθίνους» λέγει τοὺς ἄρτους, ὁ τῆς θεωρίας σκοπὸς εἰς τοῦτο ὁρᾷ· ἡ κριθὴ κτηνώδης ἐστὶ τροφή, ἥτις ἐστὶν ἡ διὰ Μωσέως θεωρία τοῖς ἀλογωτέροις προσενεχθεῖσα· διὰ τοῦτο δὲ καὶ πέντε τοὺς ἄρτους φαμὲν διὰ τὸ πενταμερὲς τοῦ Μωσέως συγγράμματος, δύο δὲ τοὺς ἰχθύας, δι' ὧν δηλοῦται ἡ διττὴ τῶν ἁλιέων συγγραφή, ἀποστολική τε καὶ εὐαγγελική.