Ancient Greek · ~2 min
Fragment 175
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 175
Not analysed yet
Mt 14, 15 Τί τὸ ἀπόλυσόν ἐστιν, ἐξετάσωμεν ἀκριβῶς. οἱ μὲν τῶν ἀκολουθούντων τῷ Χριστῷ πονηρῶν πνευμάτων συνεχόντων αὐτοὺς ἀπαλλάττεσθαι παρεκάλουν, οἱ δὲ καὶ ἑτέρων ἀρρωστημάτων ἐζήτουν ἀπόθεσιν. ὡς οὖν εἰδότες οἱ μαθηταὶ ὅτι κατανεύσας μόνον ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, ἀπόλυσον αὐτούς φασιν, οὐκ αὐτοὶ μᾶλλον ἀκηδιῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμαντικὴν ἐπιστήμην καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι.