Ancient Greek
Fragment 176
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 176
Not analysed yet
Mt 14, 19 Τὸ τῆς οἰκονομίας μυστήριον πληρῶν ὁ σωτὴρ εἰς τὸν οὐρανὸν ἀναβλέπει· καὶ γὰρ δούλου μορφὴν ἀνέλαβε θεὸς ὢν κατὰ φύσιν καὶ διὰ τῶν χειρῶν τῶν μαθητῶν δίδωσι τὰς τροφὰς τοῖς ὄχλοις τὴν τῶν ἁγίων αἰνιττόμενος πρὸς θεὸν ἐγγύτητα. διὸ οἱ μὴ τοιοῦτοι ἔξω ἑστήκασιν αὐτοῦ.