Ancient Greek
Fragment 212col 2
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 2-23
Not analysed yet
Ἠδύνατο ὁ σωτὴρ καὶ ἐκ τῆς γῆς παραγαγεῖν τὸν στατῆρα, οὐκ ἐποίησε δὲ τοῦτο, ἀλλ' ἐκ τῆς θαλάσσης τὸ σημεῖον εἰργάσατο, ἵνα δείξῃ μυστήριον ἡμῖν θεωρίας ἔμπλεον· ἡμεῖς γάρ ἐσμεν οἱ ἰχθύες θηρευθέντες ἐκ τῶν τοῦ βίου ταραχῶν διὰ τῶν ἀποστολικῶν διδαγμάτων. ἔχομεν δὲ ἐν τοῖς στόμασιν ἡμῶν τὸν στατῆρα, τοῦτ' ἔστιν τὸν Χριστόν.