Ancient Greek · ~2 min
Fragment 212
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 212
Not analysed yet
Mt 17, 27 Δυνάμενος καὶ ἐκ τῆς γῆς παραγαγεῖν τὸν στατῆρα οὐκ ἐποίησε τοῦτο, ἀλλ' ἐκ τῆς θαλάσσης τὸ σημεῖον ἐποίησεν, ἵνα μυστήριον ἡμᾶς διδάξῃ θεωρίας γέμον· ἰχθύες γὰρ ἦμεν ἐκ τῶν πικρῶν τοῦ βίου ταραχῶν ἀνασπασθέντες ὡς ἐκ θαλάσσης διὰ τῶν ἀποστολικῶν ἀγκίστρων ἔχοντες ἐν τοῖς ἑαυτῶν στόμασι τὸν Χριστὸν τὸν στατῆρα τὸν βασιλικόν, ὃς ἐδόθη ὑπὲρ δύο ἀντίλυτρον, ὑπὲρ ψυχῆς καὶ σώματος ἡμῶν ἤτοι ὑπὲρ δύο λαῶν, Ἰουδαίων τε καὶ ἐθνικῶν, ὁμοίως λυτρούμενος πένητας καὶ πλουσίους ἐπείπερ καὶ ὁ παλαιὸς νόμος ἀνυποστόλως ἐξ ἴσου ἀπῄτει τὸ τέλος τῆς δραχμῆς παρά τε πλουσίου καὶ πένητος.