Ancient Greek · ~1 min
Fragment 213
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 213
Not analysed yet
Mt 18, 1 Οὐρανῶν τε βασιλείαν ἔν τε τῷ παρόντι μάλιστα λογιζόμεθα καὶ εἶναί φαμεν ἢ τὴν ἐν ἁγιασμῷ κλῆσιν ἢ τὸ ἐν πίστει καὶ ἁγιότητι μέτρον· ὑποφαίνει γάρ τι τοιοῦτον καὶ ὁ σωτὴρ εἰπών· «ἡ βασιλεία» τῶν οὐρανῶν «ἐντὸς ὑμῶν ἐστιν».