Ancient Greek · ~2 min
Fragment 281
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 281
Not analysed yet
Mt 25, 6—9 Αἱ ψυχαὶ ἀμελοῦσαι τῆς ἀρετῆς μαραίνονταί τε καὶ οἱονεὶ κατασβέννυνται καὶ εἰς παραφροσύνην χωροῦσιν οἰηθεῖσαι ἐν τῇ δευτέρᾳ παρουσίᾳ τοῦ σωτῆρος δύνασθαι σωθῆναι ἄνευ τῆς τῶν ἀρετῶν ἐργασίας. διὸ καὶ ἀποδοκιμάζονται ὑπὸ τῶν φρονίμων λεγουσῶν πρὸς αὐτάς· μήποτε οὐκ ἀρκέσῃ ἡμῖν τε καὶ ὑμῖν· τοῦτο γὰρ ὑποσημαίνει ἐνταῦθα τὸ μόλις ποτὲ δύνασθαι σωθῆναί τινα διὰ τῆς οἰκείας ἀρετῆς, οὐ μὴν διὰ τῆς τῶν ἑτέρων· μωρὸν γὰρ τὸ μὴ ἐργαζόμενόν τινα μισθὸν εἰληφέναι τῆς ἐργασίας.